Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 701
Not analysed yet
701 γλαυκᾶς παιδοτρόφου: καὶ Ἀριστοφάνης ἐν Νεφέλαις ἀλλ᾿ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει· ὁ δ᾿ Ἴστρος καὶ τὸν ἀριθμὸν αὐτῶν δεδήλωκεν γράφων οὕτως εἷναι· τὸν δὲ κλάδον τῆς ἐν Ἀκαδημείᾳ ἐλαίας ἀπὸ τῆς ἐν ἀκροπόλει φυτευθῆναί θασιν, ἐπάρατον δὲ ποιῆσαι τοὺς ἐμβαλόντας αὐτὰς εἰ ἐκκόψειε φίλος ἢ πολέμιος δι᾿ ὃ Λακεδαιμόνιοι τὴν λοιπὴν γὴν δῃοῦντες τῆς μὲν Τετραπόλεως ἀπέσχοντο διὰ τοὺς Ἡρακλείδας τῶν δὲ μορίων διὰ τὰς ἀράς· ὁ δὲ Ἀριστοτέλης καὶ τοῖς νικήσασι τὰ Παναθήναια ἐλαίου τοῦ ἐκ μορίων γινομένου δίδοσθαί φησιν.