Ancient Greek
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 716
Not analysed yet
716 ὡς ὑπερβάλοι χνόας τις αὐτῶν: οἷον πρῶτοι τοῦ δρόμου γενέσθαι· χνόας δὲ τὰς τοῦ ἄξονος σύριγγας ,ἀπὸ δὲ μέρους τὸ ὅλον ἄρμα· σύριγξ δέ ἐστι τὸ εἰς τὴν ὀπὴν τοῦ τροχοῦ ἐμβαλλόμενον μέρος τοῦ ἄξονος καὶ αὐτὴ δὲ ἡ ὀπὴ τοῦ τροχοῦ οὕτως καλεῖται· λείπει δὲ τὸ ἐλαύνων· τὸ δὲ χνόας βαρέως· τὰ γὰρ εἰς η καθαρὸν δισσύλλαβα τῷ ο παραληγόμενα ἀπὸ δύο συμφώνων ἀρχόμενα ὧν προηγεῖται δασὺ βαρύνεται, χνόη, φθόη, χλόη· τὸ δὲ πνοὴ οὐκ ἔχει δασύ. ὑπερδράμοι.