Ancient Greek · ~3 min
694 to 698
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 694-698
Not analysed yet
694 ἰὼ ἰὼ Πὰν Πάν: ἐπικαλοῦνται τὸν Πᾶνα ὡς χορῶν πρόξενον· καὶ αὐτοὶ γὰρ τοῦτο ποιεῖν βούλονται ὡς ἐγνωκότος τοῦ Αἴαντος μηκέτι τελευτᾶν. 695 ἁλίπλαγκτε: ἐπικαλοῦνται τὸν Πᾶνα ἢ ὅτι ἐβοήθησε τοῖς Ἀθηναίοις ἐν τῇ ναυμαχίᾳ ἢ ὅτι τὸν Τυφῶνα δικτύοις ἤγρευσεν ἢ ὅτι οἱ ἁλιεῖς τιμῶσι τὸν Πᾶνα ὡς νόμιον θεόν· ἢ ἁλίπλαγκτε ἀντὶ τοῦ μεγαλόφωνε ἐν τῇ χορείᾳ ὡς ἁλίβρομε· ἢ ὅτι τῇς Ἠχοῦς ἐρᾷ, πολύηχος δὲ ἡ θάλασσά ἐστιν. λίπλαγκτε ἐπὶ τῆς Κυλληνίας. 696 ὅρος Ἀρκαδίας ἡ Κυλληνία. 698 ὅπως μοι Νύσια Κνώσια: ὅπως μοι συνάψῃς ὄρχησιν ποιουμένῳ παντοίαν, τὴν οὐκ ἐκ διδαχῆς σοι γενομένην ἀλλʼ ἐκ φύσεως· οὐδεὶς γὰρ ἐδίδαξεν τὸν Πᾶνα.