Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 699
Not analysed yet
699 Νύσια Κνώσια: ἐν Νυσίᾳ καὶ ἐν Κνωσῷ ἐπιμελὴς ἡ ὄρχησις· ἢ Νύσια τὰ ἐν τῇ Νύσῃ γινόμενα· ἔστι δὲ αὕτη Διονύσου ἱερὰ καὶ συνᾴδει τῷ Κνώσια· καὶ ἡ Κνωσὸς γὰρ Διονύσου. ἄλλως: τῶν ὀρχήσεων αἱ μέν εἰσι Διονυσιακαὶ αἱ δὲ Κορυβαντικαὶ καὶ ἐνόπλιοι· Νύσιαι οὖν αἱ Διονυσιακαὶ παρὰ τὴν Νύσαν, Κνώσιαι δὲ αἰ Κορυβαντικαί· Κνωσὸς γὰρ πόλις Κρήτης, ἐν τῇ Κρήτῃ δὲ ὑπὸ τῶν Κορυβάντων ἐτράφη ὁ Ζεύς. τὰ ἐν τῇ Νύσῃ τῷ ὄρει καὶ τὰ ἐν τῇ Κνωσῷ.