Ancient Greek · ~6 min
700 to 718
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 700-718
Not analysed yet
700 αὐτοδαῆ: αὐτομαθῆ, ἃ ἐκ φύσεως ἔχεις, οὐ διδακτά· τῶν δὲ ὀρχήσεων ἡ μὲν Βερεκυντιακὴ λέγεται ἡ δὲ Κρητικὴ ἡ καὶ πυρρίχη· Νύσια οὖν αἱ Βερεκυντιακαί (τῆς γὰρ Νυσίας ἐστὶν ἡ Βερέκυντος), Κνώσια δὲ Κρητικαί. αὐτομαθῆ, ἃ σὺ σαυτὸν ἐδίδαξας. ἐπιβάλῃς ἢ συλλάβῃς ἡμῖν. 701 νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι: ἀναγκαίως καὶ ἡ αἰτία τῆς ὀρχήσεως ἵνα μὴ δοκῇ ἀλόγως ἐπὶ τοῦτο ἀπαντᾶν. 702 ἐν τῷ Ἰκαρίῳ πελάγει κεῖται ἡ Δῆλος. 703 μολὼν ἄναξ Ἀπόλλων: παραγένοιτο δὲ καὶ ὁ Ἀπόλλων διὰ τοῦ καρίου πελάγους τουτέστιν ἀπὸ τῆς Δήλου καὶ συνείη μοι εὔφρων, εὔγνωστος, φανερὸς ὤν καὶ δῆλος ὅτι φιλεῖ με. ὁ ἄναξ Ἀπόλλων. 705 φίλος. 706 ἀπʼ ὀμμάτων Ἄρης: ὁ Αἴας ὁ Ἀρήιος· ἢ Ἄρης ὁ πόλεμος ὁ περὶ τὸν Αἴαντα ἔλυσεν ἡμῶν τὸ σκότος καὶ τὴν κατήφειαν. ἀπὸ τῶν ὀμμάτων τοῦ Αἴαντος. Ἄρης: ἡ λύσσα, ἡ μανία. 708 νῦν, Ζεῦ, πάρα λευκόν: νῦν πάρεστιν ἡμέρα λαμπρὰ ἡμῖν ὥστε ἐγγίσαι τῶν νεῶν· πρότερον γὰρ ἐξετρεπόμεθα ἐπιμίγνυσθαι τοῖς Ἕλλησι διὰ τὴν αἰδῶ. 709 ὥστε πελάσαι ἐπὶ τῶν νεῶν. 710 κατὰ τῶν θοῶν. ὅτʼ Αἴας λαθίπονος: ὅτε δὴ ὁ Αἴας πάρεστιν ἐκ μετανοίας ἐπὶ τὸ σέβειν τοὺς θεοὺς καὶ κατατίθεσθαι τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἀτρείδας. 712 πάνσεπτα. ἐξεπλήρωσεν. 714 τὰ ὑπὸ τοῦ Αἴαντος διὰ πολλῶν εἰρημένα διὰ βραχέων διεξῆλθεν. ζωπυρεῖ. 715 ἀπόρρητον, ἀνέλπιστον, ἄλεκτον. 716 εὖτέ γ᾿ ἐξ ἀέλπτων: ὁπότε ἐξ ἀνελπίστων καὶ μεγάλων νεικέων ὁ Αἴας μετεπείσθη καὶ μετεβλήθη τὴν ψυχὴν τοῖς Ἀτρείδαις ἀπὸ τῆς ἔχθρας. 717 μετεπείσθη, μετεβλήθη καὶ πέπαυται τοῦ θυμοῦ. 718 ἐπὶ τοῖς Ἀτρείδαις.