Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 719
Not analysed yet
719 ἄνδρες φίλοι: ἄγγελος ἥκει ἀπὸ τοῦ στρατοῦ ἀγγέλλων τὴν παρουσίαν τοῦ Τεύκρου· θαυμαστὴ δὲ ἡ εἴσοδος τούτου τοῦ ἀγγέλου· τοῦ Αἴαντος ἔξω ἑαυτὸν διαχειρουμένου οὐκ εἶχον οὔτε οἱ ἀπὸ τοῦ χοροῦ οὔτε ἡ Τέκμησσα γνῶναι τὸ πραχθέν· πιθανῶς οὖν ὁ ἄγγελος ἀπαγγείλας παρασκευάζει αὐτοὺς ἐξιέναι κατὰ ζήτησιν καὶ οὕτως ἐπιτεύξονται τῷ πτώματι· δεξιῶς δὲ καὶ τὸ τὸν Κάλχαντα μαθεῖν· οἰκεῖον γὰρ τῷ μάντει· καλῶς δὲ καὶ τὰ τῆς σκηνῆς ἐσκεύασται· Αἴαντος γὰρ καταλιπόντος προῆλθεν ὁ ἄγγελος εἶτα τοῦ χοροῦ τὴν σκηνὴν ἐάσαντος διὰ τὴν ζήτησιν ἔξεισιν ὁ Αἴας ἐπὶ τὴν πρᾶξιν, τῷ δὲ θεατῇ οὐδὲν ἀργὸν περιλείπεται πεποικιλμένης διαφόρως τῆς ἐν τῇ σκηνῇ προδωποποιίας.