Ancient Greek · ~8 min
702 to 787
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 702-2-787
Not analysed yet
702 τὸ τὸ φυτὸν τῆς ἐλαίας. 705 Μορίου Διός: μόριον Δία εἶπεν τὸν ἐπόπτην τῶν μορίων ἐλαιῶν· καὶ ἔστιν ὁ λεγόμενος μόριος Ζεὺς περὶ Ἀκαδήμειαν ὥς φησιν Ἀπολλόδωρος, περὶ Ἀκαδήμειάν ἐστιν ὅ τε τοῦ Καταιβάτου Διὸς βωμὸς ὃν καὶ μόριον καλοῦσι τῶν ἐκεῖ μορίων παρὰ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἱδρυμένων. ὄνομα τόπου. 711 εὔιππον, εὔπωλον: παρʼ ὅσον ὁ Κολωνὸς Ιππεὺς ἐλέγετο καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ αὐτόθι Ἵππιοι. 712 παῖ Κρόνου: αὐτόθι φασὶ Ποσειδῶνα πρῶτον ἵππους ζεῦξαι καὶ χαλινῶσαι· καὶ ταῦτα δὲ ἐπὶ θεραπείᾳ φησὶ τῆς οἰκείας ὁ Σοφοκλῆς· ὁ γὰρ Κολωνὸς Ἱππεὺς ὠνομάσθη παρʼ ἃς ἐξεθέμην αἰτίας διὰ τὸν Ἄδραστον· ὁ δὲ ἐπὶ τὸ σεμνότατον ἄγει τὸ πρᾶγμα τῇ ποιητικῇ καταχρώμενος ἀδείᾳ. 715 περὶ τὰ τρία ταῦτα κεφάλαια μάλιστα διατρίβουσι τοῦ ἐγκωμίου, ὅτι εὔφορος ἡ χώρα καὶ ὅτι ἱππικοὶ Ἀθηναῖοι καὶ ὅτι ναυτικοί. 717 κώπη. 719 ἀκόλουθος: ὅτι αἱ Νηρείδες ν΄ εἰσιν. 720 Ἀντιγόνη ταῦτά φησιν ὁρῶσα προσιόντα τὸν Κρέοντα μετὰ χαρᾶς· ἐπὶ τὸν Οἰδίπουν δὲ ἀφῖκται ὁ Κρέων καὶ μὴ πείσας αὐτὸν παρασπᾶται αὐτοῦ τὴν Ἀντιγόνην φθάσας κατὰ τὴν ὁδὸν καὶ τὴν Ἰσμήνην ἀφελέσθαι. 726 κυρῶ. 731 ὃν μήτʼ ὅντινα ἀντὶ ἐμὲ μὴ φοβεῖσθε. 738 οὕνεχι᾿ ἧκέ μοι ἀντὶ ὅτι προσήκει μοι πενθεῖν τὰ τούτου ἀτυχήματα ὑπὲρ πάντας Θηβαίους. 741 ἐλθέ 742 ἐκ δὲ τῶν μάλιστʼ ἐγὼ μάλιστά σε καλῶ ὅσῳπερ πλεῖστον ἀλγῶ τοῖς σοῖς παθήμασιν. 746 κἀπὶ προσπόλου τῆς Ἀντιγόνης· εἴληπτο γὰρ ὑπʼ αὐτοῦ ἡ Ἰσμήνη. 755 ἅστε συγγνώμης εἰμὶ ἄξιος λέγων· οὐ γὰρ δύναμαι κρύπτειν. 762 ἐν εὐλογοφανέσιλόγοις πανοῦργα βουλευόμενε. 763 πείρᾳ: βαρυτόνως ἀναγνωστέον πείρᾳ, οὐ περισπωμένως· οὕτω Δίδυμος. 768 ὡς ἐπὶ κεράμου, ὅ ἐστιν ὅτε κορεσθεὶς τοῦ θυμοῦ λοιπὸν τὰ συμφέροντα ἐβουλευόμην καὶ οὐκέτι θέλον φεύγειν. 769 τοὐν ἀντὶ ἐν Θήβαις. 773 τὸ Ἀττικόν. 775 καὶ σὺ οὖν βούλει με εὐεργετεῖν μὴ θέλοντα. 781 ἀντὶ χάριτος. 785 ἀντὶ ἐν ἀγροῖς. πόλις δέ σοι κ. καὶ ἴνα ἡ Θήβη ἀβλαβὴς ἔσται ἐκ ταύτης τῆς γῆς· ἄναιτος δὲ ἀντὶ ἀβλαβής, ἀναιτίατος. 787 οὐκ ἔστι σοι οὐ προβήσεταί σοι ὁ σκοπός.