Ancient Greek · ~8 min
791 to 882
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 791-882
Not analysed yet
791 ἆρα οὐ πλέον σοῦ τὰ ἀποβησόμενα ταῖς θή- βαις οἶδα; 792 ἐκ σαφεστέρων ἀντὶ καὶ σαφέστερον οἶδα. 793 καὐτοῦ δοκεῖ γὰρ ὁ Ἀπόλλων παρὰ Διὸς λαμβάνειν τοὺς χρησμοὺς ὡς καὶ ἐν Ἰφικλείᾳ φησὶ καὶ Ἀἰσχύλος ἐν Ἱερείαις στέλλειν ὅπως τάχιστα· ταῦτα γὰρ πατὴρ Ζεὺς ἐγκαθίει Λοξίᾳ θεσπίσματα καὶ Ἀριστοφάνης Ἥρωσιν. 794 ὑπόβλητον: οὐκ ἀληθὲς ἀλλὰ πεπλασμένον· ἀπὸ τῶν ὑποβαλλομένων εἰς τὰ γένη τοὺς παῖδας. 795 ἀντὶ τοῦ δείνωσιν καὶ πανουργίαν. 800 ἀντὶ τοῦ ἐν τῷ μὴ πείθεσθαί σε μᾶλλον σὺ δυστυχεῖς ἥπερ ἐγώ. 803 πείθειν με εἰς τὸ ἀκολουθῆσαί σοι. τοὺς ἀπὸ τοῦ χοροῦ. 805 λῦμα: κάθαρμα ὅ ἐστιν ἀπαίδευτος μέχρι γήρως μενεῖς; 807 βουλόμενος ἐκ παντὸς δοκεῖν δίκαια λέγειν. 808 ἄλλο ἐστὶ τὸ φλυαρεῖν καὶ ἄλλο τὸ ἀναγκαῖα λέγειν. 809 ταῦτα καὶ ταῦτα. 810 τοῖς κατὰ σὲ οὐ δοκῶ καίρια λέγειν. οἷος. 811 καὶ πρὸ καὶ πρὸ τοῦ χοροῦ. 813 μάρτυρας καλῶ. 814 ἤν σ᾿ ἐάν σε ἕλω, δικαίως σε δῆλον ὅτι τιμωρήσομαι· μαρτύρομαι γὰρ τούσδε οἷα ἀνταμείβῃ με ῥήματα. 815 τῶν ἀπὸ τοῦ χοροῦ. βίᾳ] βιαζόμενος τοὺς ἐμοὺς συμμάχους καὶ φύλακας. 816 κἄνευ καὶ χωρὶς τοῦ λαβεῖν σε εἰς Θθήβας. 821 τὴν Ἀντιγόνην. 822 ἰὼ τῷ χορῷ φησι. 826 τὴν Ἀντιγόνην· τοῖς ἀκολούθοις δὲ ἑαυτοῦ φησιν ὁ Κρέων. 829 τί δρᾷς, πρὸς τὸν Κρέοντα· ἕλκοντα τὴν Ἀντιγόνην. 830 τῆς ἀδελφῆς μου γὰρ θυγάτηρ ἐστί. 835 τί δρᾷς, πρὸς τὸν Κρέοντα ἕλκοντα τὴν Ἀντιγόνην. 836 φυλάττου, χωρίζου. σοῦ μὲν οὐκ ἀπείρξομαί σου. 837 ταῖς Θήβαις. 840 ἀναχωρεῖν ἐντεῦθεν, Κρέων. 842 ἐναίρεται —σθένει: τουτέστι βίᾳ πορθεῖται. 845 πρὸς βίαν κ. ἀπαγομένης δὴ τῆς Ἀντί- γονῆς ὑπὸ τῶν προστεταγμένων παρὰ τοῦ Κρέοντος· ἐν μέρει δὲ παθητικά ἐστιν. 848 ἐκ ἐκ τῶν θυγατέρων αἷς ὡς σκήπτροις ἐχρῆτο καὶ βακτηρίᾳ. 858 ταῖς ήβαις. 864 μὴ γὰρ αἳθε δαίμονες κ. μὴ ἄφωνος γενοίμην εἰς τὸ καταρᾶσθαί σε. 866 ὅμμʹ |φησὶ τὴν Ἀντιγόνην. 875 γηρῶν. βαρύς. τὸ παλαιόν φησι βαρύ. ταύτην ἄρα οὐκέτι νομιῶ πόλιν εἰ σὺ ἀπάξεις τοῦτον. 881 τά γ᾿ οὐ ταῦτα ἃ λέγει οὐ πληρώσει. 882 εἰ τελέσω Ζεὺς εἰδείη.