Ancient Greek
717 to 818
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 717-818
Not analysed yet
717 φυσήματα, πνεύματα. 720 στήλην: τὸν λίθον τὸν καμπτῆρα. 721 ἔχριμπτʼ ἀεί: ὅ ἐστι προσεπέλαζε τῷ καμπτῆρι ἀεὶ τὴν ὀπὴν τοῦ τροχοῦ. 722 σειραῖον ἵππον: τὸν ἔξω τοῦ ζυγοῦ, τὸν δεξιόν, προσκείμενον δὲ τῷ καμπτῆρι ἀριστερόν. 724 σκληρόστομοι. 725 ἐξ ὑπαντήσεως ἐνετίναξαν ἐκείνων ὑποστρεφόντων. 727 Βαρκαίοις ὄχοις. τοῖς Λιβυκοῖς· Βάρκη γὰρ πόλις Λιβύης ἡ νῦν Πτολεμαῒς καλουμένη. 730 ναυαγίων: τῶν πτωμάτων. 731 γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινός: δεινὸς ἀντὶ τοῦ ἔμπειρος· πρὸς εὔνοιαν δὲ τῶν ἀκροωμένων ἐπαινεῖ αὐτὸν ὡς Ἀθηναῖον. 732 ἔξω φυλαξάμενος, φησί, τούτοις συμπεσοῦσιν ἐμπεσεῖν ἔξω ἀπʼ αὐτῶν παρασπᾷ. κἀνακωχεύει: ἀνασειράζει, κατέχει· ἀνακωχεύειν γὰρ κυρίως λέγεται ὅταν χειμῶνος ὄντος ἐν τῷ πελάγει στείλαντες τὰ ἄρμενα σαλεύωσιν αὐτόθι μὴ διαμαχόμενοι τῷ πνεύματι· μεταφορικῶς οὖν ἐπὶ τοῦ ἅρματος εἴρηκεν ὅτι οὐ διημιλλήσατο ἀλλʼ ἀφῆκε τὸν τῶν ἵππων κλύδωνα καὶ ὕστερος ἠρέμα ηὔλανεν. 735 τῷ τέλει πίστιν φέρων: οἷον πιστεύων ὅτι ἐπὶ τῷ τέλει τοῦ δρόμου παρελεύσεται· ἢ νομίζων ἕως τοῦ τέλους οὕτως ἐλαύνειν. 738 ὁ Ὀρέκτης καὶ ὁ Ἀθηναῖος. 743 χαυνῶν διὰ τὸ συμπεπλέχθαι. 745 τὸ λεπτὸν μέρος τοῦ ἄξονος τὸ τρι— βόμενον ὑπὸ τῆς χοινικίδος· εἴρηται δὲ ὁμοίως τὸ παρʼ Ἀπολλωνίῳ ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο. 751 γράφε τυγχάνει. 755 καὶ ἴνα ἀξιόπιστος εἴη ὁ ἄγγελος καὶ ἵνα πάλιν τὸ περιπαθὲς εἴη τῇ Ἠλέκτρᾳ. 758 δειλαίας ἀντὶ αἰτιατικῆς. 766 ὡς μὲν γυνὴ κεκίνηται ἐπὶ τῷ πάθει πρὸς δὲ τὸν κίνδυνον ἀποβλέπουσα ἥδεται, διὰ δὲ τὸν χορὸν ἀλγεῖν ὑποκρίνεται. 781 ὁ ὁ ἐπιγινόμενος. 818 ξύνοικος ἔσομαι. τοῦτο οἰκονομικῶς· εἰ γὰρ ἀπορήσασα ἐπὶ τοῖς ἠγγελμένοις ἀπέκτεινεν ἑαυτὴν διελύετο ἂν ἡ ὑπόθεσις.