Ancient Greek · ~3 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 823
Not analysed yet
823 ποῦ ποτε κεραυνοὶ Διός: ἐν τοῖς ἔμπροσθεν παραμυθούμενος ὁ χορὸς τὴν Ἠλέκτραν ἔλεγεν θάρσει μοι, τέκνον, θάρσει· ἔστι μέγας ἐν οὐρανῷ Ζεὺς καὶ τὰ ἐξῆς· νῦν οὖν πανταχόθεν ἀπεγνωσμένης τῆς σωτηρίας καὶ προστεθείσης· τῆς κατὰ τὸν Ὀρέστην συμφορᾶς εἰκότως παρακεκινδυνευμένῳ τῷ λόγῳ ἐχρήσατο ὥστε καὶ περὶ θεῶν τι εἰπεῖν καὶ ὅλως ἀμφιβάλλειν εἰ ἐν οὐρανῷ εἰσιν εἴ γε περιορῶσι τοιαῦτα γινόμενα· καὶ τὸν μὲν ἥλιον ὡς πάντα ἐφορῶντα παρέλαβεν τὸν δὲ Δία ὡς πάντων δεσπότην ὄντα· δεῖ δὲ τὸν ὑποκριτὴν ἅμα τῇ βοῇ ἀναβλέψαι τε εἰς οὐρανὸν καὶ τὰς χεῖρας ἀνατεῖναι ὃ δὴ κωλύει ὁ χορὸς μηδὲν μέγ᾿ ἀύσῃς.