Ancient Greek · ~7 min
720 to 741
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 720-741
Not analysed yet
720 ἀντὶ Θρᾳκικῶν· μέρη γὰρ τῆς Θρᾴκης πολλὰ περὶ τὴν Μυσίαν. 721 τῶν χωρίων. στρατήγιον: τὸ στρατόπεδον Ἀττικῶς. 722 κυδάζεται: λοιδορεῖται, ὑβρίζεται ὑπὸ πάντων· καὶ Ἐπίχαρμος ἐν Ἀμύκῳ Ἄμυκε, μὴ κύδαζέ μοι τὸν πρεσβύτερον ἀδελφὸν καὶ Αἰσχύλος ἐν Ἰφιγενείᾳ οὔ τοι γυναιξὶ δεῖ κυδάζεσθαι· τί γάρ; ἀρσενικῶς δὲ ὁ κῦδος ἐπὶ τῆς ὕβρεως. λοιδορεῖται. 725 ἤρασσον: ἔκρουον, ἔπληττον, ἐβλασφήμουν πάντες ὁμοφρονοῦντες. ἔπλησσον. 727 ἀποκαλοῦντες: Ἀττικὸν ἔθος τὸ ἐπιφέρειν ἑνικοῖς πληθυντικὰ καὶ ἀνάπαλιν ὡς καὶ νῦν οὔτις ἔπθʼ ὃς οὐχὶ ἔλεγε ξύναιμον αὐτὸν ἀποκαλοῦντες. ὡς οὐκ ἀρκέσοι: ἐπὶ τοῦ Τεύκρου, ὡς οὐκ ἀρκέσοι ἑαυτῷ τὸ μὴ λιθόλευστος γενέσθαι, ὡς οὐ κωλύσοι αὐτὸν καταλιθωθῆναι. κωλύσοι. 730 διειλκύσθη, διῆλθεν. ἐγυμνώθη· εἰ μὴ γὰρ εἰς πέρας ἑλκυσθῇ οὐκ ἐξέρχεται. 731 λήγει δʼ ἔρις δραμοῦσα: ἡ ἔρις εἰς πολὺ δραμοῦσα καὶ προκόψασα ἔστη τῇ συναντήσει τοῦ λόγου τῶν γερόντων· ἐκ τῆς Ἀχιλλέως δὲ πρὸς Ἀγαμέμνονα ἀρχῆς παραγέγραπται καὶ ὥσπερ ὁ Νέστωρ ἐκεῖ διαλλάσσει οὕτως καὶ νῦν οἱ γέροντες· ἡ ἔρις οὖν προκόψασα προσωτάτω λήγει ἐκ συναλλαγῆς τοῦ λόγου τῶν γερόντων οἷον ἐκ τῆς ὁμιλίας. 732 ἐν ξυναλλαγῇ τῇ ἀμοιβῇ τοῦ λόγου καὶ συμβιβάσει. 735 ἐν συντόμῳ· οὐκ ἀναγκαῖον γὰρ διλογεῖν περὶ ἐν ἤκουσεν ὁ ἀκροατής. 736 καινοῖς. συνθείς, ἁρμόσας. 737 ἰοὺ εἰδὼς ἀπὸ τοῦ μάντεως ὅτι κακὸν αὐτῷ γίνεται τοῦτο προαναφωνεῖ. 739 ἤπερ· φησὶ δὲ ὅτι οὐκ ἐβράδυνα παραγενόμενος ἀλλὰ βραδέως ἐπέμφθην. 740 τί δʼ ἐστὶ χρείας: οἷον τί σοι λείπει ὅπερ σπάνιόν ἐστι πρὸς τὴν χρείαν τὴν νῦν; ἐσπάνιζε δὲ τὸ ἄμεινον εἶναι πρὸ ὀλίγου αὐτὸν παραγεγονέναι· καὶ ἐν Σιμωνίδῃ ἐπὶ τοῦ πρὸς Αἰγέα ἀγγέλου πεμφθέντος βιότου κέ σε μᾶλλον ὤνασα πρότερος ἐλθών. χρείας τῆσδʼ δεόμενον τῆς τοῦ Αἴαντος παρουσίας. 741 τὸν ἄνδρʼ ἀπηύδα: ἀναγκαίως διηγεῖται ὁπότε ἔγνωκεν ἀπόντα τὸν Αἴαντα· ἔδει γὰρ δηλωθῆναι τῷ θεάτρῳ.