Ancient Greek · ~4 min
818 to 832
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 818-832
Not analysed yet
818 μάλιστα μισηθέντος μεγαλόφρων . ὁ Αἴας καὶ μέχρις ἐσχάτης ὥρας μισῶν τοὺς βαρβάρους· ὅτι δὲ δῶρον εἶπεν ξένων ἐπήνεγκεν (ξένιον γὰρ λέγομεν τὸ δῶρον τὸ παρὰ ξένων διδόμενον) εἶτα προσέθηκεν ἐμοὶ μάλιστα μισηθέντος. 819 πέπηγε δʼ ἐν γῇ πολεμίᾳ. πρόδηλον μὲν ὅμως διὰ τὸ περιπαθές, ὅτι ἐν πολεμίᾳ γῇ ὑπὸ δυσμενοῦς ἀπόλλυμαι. 820 ἀκόνῃ ὅθεν καὶ τὸ θήγειν ἀκονᾶν. 821 διαχειρισάμενος, περισφίγξας ἐν 822 λείπει τὸ ὥστε, ὥστε διὰ τάχους θανεῖν. 823 καλῶς παρεσκευάσμεθα καὶ ἔχομεν πάντα ὧν δεῖ πρὸς θάνατον. ἐκ δὲ οἷον τὸ δὲ μετὰ ταῦτα. 828 προσφάτῳ. 829 καὶ μὴ πρὸς ἐχθρῶν του: καταγέλαστος, φασίν, ὁ Αἴας μὴ τῶν κυνῶν ἢ τῶν οἰωνῶν τὴν αἰκίαν ὑποστελλόμενος ἀλλὰ τὴν θέαν τῶν Ἑλλήνων· ῥητέον οὖν ὅτι ἰδίωμα τῶν ἀνθρώπων τὸ μὴ βούλεσθαι τοὺς ἐχθροὺς ἐναβρύνεσθαι αὐτοῖς καὶ τούτου μόνου ἀντιποιοῦνται. 831 τοσαῦτά σ᾿, Ζεῦ, γράφε τοσαῦτά σοι· προστρέπω δὲ ἱκετευτικῶς λέγω· προστρόπαιοι γὰρ οἱ ἱκέται. ἱκετεύων ἐπιτρέπομαι. 832 τὸν ψυχοπομπόν. εὖ με κοιμίσαι: θαυμαστῶς καὶ γενναίως κοιμίσαι εἶπεν ὡς ἐπὶ ὕπνου τὸν θάνατον· καὶ Ὅμηρος κοιμήσατο χάλκεον ὕπνον.