Ancient Greek · ~2 min
826 to 831
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 826-831
Not analysed yet
826 κρύπτουσιν οἷον οὐκ ἄγουσιν εἰς φῶς τὴν τούτων παρανομίαν. 827 θρηνεῖ ἡ Ἠλέκτρα τὸν ἀδελφόν· ἐλεεινὸν δὲ λίαν τὸ τοιοῦτο μέρος. 830 ἐν τοῖς προφανέσι καὶ ἀθεραπεύτοις πάθεσι ,μετριάζειν αὐτὴν ἀξιοῦσιν. 831 ἀπολεῖς: δαιμονίως τοῦτο ἐπήγαγεν· οὐ γὰρ ἀμελήσασα τῶν ἀπὸ τοῦ χοροῦ ἐπιτιμήσεων ἐρεῖ τι ἀπρεπὲς εἰς θεοὺς ἐπεὶ καὶ τελέως ἀμηχανεῖ ὁ Σοφοκλῆς εἰς τοὺς θεοὺς βλασφημῶν (καὶ γὰρ εἷς ἦν τῶν θεοσεβεστάτων) ἀλλʼ ἅσπερ δυσχεραίνουσα ταῖς ἐπιτιμήσεσιν ὡς ψυχραῖς τοῦτό φησιν. ἀποκναίεις με, φησίν, ἐν τοῖς ἀθεραπεύτοις παρηγοροῦσα.