Ancient Greek
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 837
Not analysed yet
837 οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις. ταῖς διὰ χρυσοῦ γενομέναις τέχναις τοῦ δοθέντος Ἐριφύλῃ διὰ τὴν Ἀμφιαράου ἔξοδον· διὰ τὰς τῆς γυναικὸς αὐτοῦ ἀπάτας. ἄλλως. τὸ χρυσοδέτοις ἕρκεσιν ἢ ἐπὶ τῶν ἀρμάτων φησὶν οἷον τοῖς χρυσῷ δεδεμένοις καὶ κατεσκευασμένοις ἅπερ ἕρκη εἶπεν οἷον περιφράγματα καὶ τείχη ὧν οὐκ ἐξέφυγεν ὁ Αμφιάραος ἀλλʼ ἐνεσχέθη ἐν αὐτοῖς ἢ χρυσοδέτοις τῷ ὅρμῳ ὃς ἦν ἐκ χρυσοῦ πεποιημένος, τὸ δὲ ἕρκεσιν οἷον τοῖς δεσμοῖς καὶ φράγμασιν καὶ τῇ ἀνάγκῃ τῇ ἀπὸ τοῦ ὅρμου γενομένῃ· τὸ δὲ γυναικῶν ἀπάταις ἢ τῇ ἀπὸ τῆς γυναικὸς ἀπάτῃ ἢ καθόλου τὸν χρυσὸν γυναικῶν ἀπάτην εἶπεν· θαυμαστῶς δὲ εἴκασεν ὅτι καὶ οὗτος διὰ γυναικῶν ἀπώλετο.