Ancient Greek · ~8 min
935 to 963
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 935-963
Not analysed yet
935 οὐ παραμυθοῦμαί σε θαρρεῖν ὡς μὴ κεκυρωμένου σοι τοῦ ἀποθανεῖν· τοῦτο δέ φησιν ὡς οὐκ ἐνδιδοὺς ἵνα μὴ ὑπονοήσῃ ἐκείνη μεταπεπεικέναι αὐτὸν δακρύουσα· ἢ ὁ χορὸς λέγει ὡς τοῦ Κρέοντος μὴ μεταπεισθέντος. 937 λοιπὸν πρὸς βίαν αὐτὴν ἄγουσι τὰ πρῶτα ἐλεοῦντες καὶ αἰδούμενοι. 940 οἱ κοίρανοι· τοῖς ἀπὸ τοῦ χοροῦ φησιν· εἰώθασι γὰρ οὐ μόνον τοὺς βασιλεῖς ἀλλὰ καὶ τοὺς ἐνδόξους τῶν πολιτῶν οὕτω καλεῖν· ἢ πρὸς τὸν Χρέοντα ἠθικῶς ἂν αὐτὸν εἰς συμμαχίαν προκαλουμένη ἢ πρὸς τοὺς πάλαι βασιλέας τοὺς προγόνους αὐτῆς. 941 τὴν τὴν βασίλειαν. 943 τιμήσασα. 944 ἔτλα καὶ Δανάας: οἷον καὶ ἡ Δανάη ἔτλη μὴ εἶναι ἐν φωτὶ ἀλλʼ ἐν σκότῳ ἐπεὶ καὶ αὐτὴ ἐν χαλκῷ οἴκῳ ἐκέκρυπτο. 946 κρυπτομένα δʼ ἐν τυμβήρει: κατεκλείσθη ὑπὸ τὴν κιβωτόν· ἢ ὑπὸ τὸν ζυγὸν τῆς ἀνάγκης ἦλθεν καὶ τῆς εἱμαρμένης ἢ κατεζεύχθη συνελθοῦσα τῷ Διί. 949 ἀντὶ τοῦ ἐν αὐτῇ εἶχεν τὰς γονὰς τοῦ Διὸς ὅ ἐστιν ἔγκυος ἦν. 951 εἱμαρμένη. 952 οὔτʼ ἄν νιν ὄμβρος οὔτʼ Ἄρης: Ἄρης νῦν ὁ πόλεμος· καὶ γὰρ οὗτος κατὰ μοῖραν ἐγείρεται· βούλεται δὲ εἰπεῖν ὅτι οὔτε τὰ ἐν οὐρανῷ οὔτε τὰ ἐν τῇ γῇ οὔτε τὰ ἐν τῇ θαλάττῃ πραττόμενα παρὰ μοῖραν γίνεται. αὐτήν, τὴν μοῖραν. 955 ζεύχθη δʼ ὀξυχόλως: τὸ ἐξῆς, ζεύχθη πετρώδει κατάφρακτος ἐν δεσμῷ· μὴ οὕτω δὲ αὐτὸ λάβωμεν ὅτι καὶ ἡ Ἀντιγόνη ἀσεβὴς οὖσα πέπονθεν ὅπερ ὁ ἀσεβὴς Λυκοῦργος ἀλλʼ ἀπλῶς τῇ παραθέσει τῶν ὁμοίων δυστυχιῶν παραμυθεῖται τὴν κόρην· τὸν δεσμὸν δὲ τῆς ἀμπέλου πετρώδη εἶπεν ἀντὶ τοῦ τὸν ἰσχυρόν. 956 κερτομίοις διὰ τὰς κερτομίους ὀργάς. 958 πετρώδει —τῷ στερεῷ δεσμῷ τῆς ἀμπέλου. 959 οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει: οὕτω καὶ τοῦ Λυκούργου ἀπὸ τῆς μανίας ὀργὴ ἀποβαίνει· μένος γὰρ ἡ ὀργή· ἀνθηρὸν δὲ τὸ ἀκμαῖον καὶ ἀνθοῦν ἐν κακοῖς. ἀντὶ τοῦ πολύ. 960 μανία. κεῖνος ἐπέγνω: τὸ ἑξῆς, κεῖνος ἐπέγνω τὸν θεὸν ἐν κερτομίοις γλώσσης μανίαις ψαύων. 963 ἐνθέους τὰς θεολήπτους Βάκχας.