Ancient Greek · ~2 min
914 to 917
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 914-917
Not analysed yet
914 ὑψοῦ γὰρ αἴρει: ἀντὶ μετεωρίζεται τὴν ψυχὴν καὶ ὑπερβαλλόντως ἄχθεται πάντα λογιζόμενος, αὐτὸν τὸν φόνον, τὸ τὴν γυναῖκα ἔχειν τοῦ ἀνῃρημένου, τὴν προσδοκωμένην φυγήν, τὸ μὴ δύνασθαι ἀναστρέψαι πρὸς τοὺς οἰκείους, τὸ δέος τῶν χρησμῶν. 915 οὐδʼ ὁποῖʼ ἀνὴρ ἔννους: οὐχ ὡς συνετὸς ἀνὴρ διὰ τῶν φθασάντων τὰ παρόντα γιγνώσκει· εἰ γὰρ ὁ ὑπὸ Ἀπόλλωνος δοθεὶς τῷ Λαΐῳ χρησμὸς ἠκύρωται δῆλον ὅτι καὶ ἃ νῦν ἐμαντεύσατο ὁ Τειρεσίας ψευδῆ ἐστιν. 917 ἀλλ᾿ ἐστὶ τοῦ λέγοντος: μόνοις προσέχει τοῖς τὰ δεινὰ καὶ φοβερὰ ἀπαγγέλλουσιν, τῶν δὲ παραμυθουμένων οὐκ ἀνέχεται.