Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 919
Not analysed yet
919 πρός σ᾿, Λύκει᾿ Ἄπολλον: Λύκειον γυμνάσιόν ἐστιν Ἀθήνησιν ἔνθα Ἀπόλλων τιμᾶται· καὶ Καλλίμαχος ἐγὼ δʼ ἤντησα Λυκείου καλὸν ἀεὶ λιπόωντα κατὰ δρόμον Ἀπόλλωνος· ἄγχιστος οὖν καθὸ οὐ πόρρω τῆς Ἀττικῆς αἱ Θῆβαι· ἢ καὶ ἐν Θήβαις ὁμώνυμον ἦν γυμνάσιον Λυκείου Ἀπόλλωνος· νῦν οὖν οὐ τὸν ἐν Λυκίᾳ ἀλλ᾿ ἢ τὸν ἐν Θήβαις ἢ ταῖς πλησιοχώροις Ἀθήναις τιμώμενον. πρὸ τῶν θυρῶν γὰρ ἵδρυτο.