Ancient Greek · ~8 min
924 to 976
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 924-976
Not analysed yet
924 θεράπων Πολύβου. ἔρχεται ἄγγελος ἀπὸ Κορίνθου ἀπαγγέλλων τὸν θάνατον Πολύβου καὶ ἀντʼ αὐτοῦ τύραννον τὸν Οἰδίποδα αἱρεῖσθαι· οὗτος δέ ἐστιν ὁ ἐκτεθέντα τὸν Οἰδίποδα εὑρὼν καὶ δοὺς Πολύβῳ. 928 κἀνταῦθα ἔθηκεν τὸ ἀμφίβολον ὃ τέρπει τὸν ἀκροατήν. 930 τοῦτο πρὸς τὸ γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων· τοῦτο γὰρ τέλειον ἐν γάμῳ· ὅθεν καὶ ἐκ τοῦ ἐναντίου Ὅμηρός φησι καὶ δόμος ἡμιτελής. 937 ἥδοιο μέν: διὰ μὲν τὸ εὖ πράσσειν καὶ ἑτέρας ἀρχῆς ἀντιλαβέσθαι ἡσθήσεσθαί φησιν αὐτὴν ἀσχάλλειν δὲ διὰ τὸ ἀπιέναι Οἰδίπουν ἐπὶ τὰ οἰκεῖα. 938 τοῦ τε ἥδεσθαι καὶ τοῦ ἀσχάλλειν. 939 τύραννον αὐτὸν οὑπιχώριοι: πιθανῶς ὁ ἄγγελος τὰ ἡδέα πρῶτον ἀπαγγέλλει πρὶν εἰπεῖν τὰ περὶ θανάτου. 940 τῆς τῆς Κορινθίας· ἐκεῖσε γὰρ ὁ θμός. 943 ἀσμένως ἀκήκοε τῆς τοῦ θανάτου αὐτοῦ ἵνα λιν ἀνατρέψῃ τὰ μαντεύματα· οἶδεν γὰρ τὸν Οἰδίδα τοῦτο δεδοικότα. 945 θεραπαινίδι κελεύει. 946 παιδευτικόν τι ἔγκειται τῷ δράματι ὡς οὐ ῖ καταφρονεῖν τῶν θείων· οἱ γὰρ τοιαῦτα φθεγξάνοι μετʼ ὀλίγον φανήσονται οἷοί εἰσιν. 947 ἵν᾿ ὅπου ἐστέ. 952 δοκίμαζε. 957 γράφε σημάντωρ. 958 ἠθικῶς φησιν ὁ ἄγγελος οὐχ ὡς ἀπὸ τούτων λων ἄρξασθαι ἀλλ᾿ ἀπὸ τῶν ἡδέων. 960 νόσου κοινωνίᾳ νόσου ἀντὶ ὑπὸ δου, 961 ἡ τυχοῦσα πρόφασις ἐξαρκεῖ ὥστε τὸ παλαιὸν μα ἐξενεγκεῖν τοῦ βίου. κατακοιμίζει. 963 τοῦτο ὁ ἄγγελός φησιν ὡς παραμυθούμενος ι μακραίων ἀπέθανεν καὶ οὐ δεῖ ἐπʼ αὐτῷ ἀπολοόρεσθαι. 966 ὧν ὑφʼ ὧν μαντείαν δεχόμενος, ν ὀρνεοσκόπων καὶ μάντεων. 968 κεύθει: ἀντὶ κεύθεται, κρύπτεται· καὶ ἐν ντιγόνῃ μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότων. ἐγὼ δʼ ὅδʼ ἐνθάδε: ἐγὼ ὁ ἐνταῦθα ὢν οὐκ ἔλαβον δόρυ ἵνα αὐτὸν ἀποκτείνω εἰ μή τις εἴποι ὅτι τάχα διὰ τὸν ἐμὸν πόθον ἀπέθανεν. 970 οὕτω δʼ ἂν θανὼν εἴη ξ ἐμοῦ: τοῦτο ὡς ἐπιμωκώμενός φησι, δῆλον δὲ ἐκ τῶν ἑξῆς· ὁ γὰρ Πόλυβος τὰ παλαιὰ θεσπίσματα, φησί, παραλαβὼν μηδενὸς ἄξια κεῖται παρὰ τῷ Ἅιδῃ. 976 περὶ τοῦ λείποντος εὐλαβεῖται, τοῦ μιχθῆναι τῇ μητρί. λέκτρον.