Ancient Greek
964 to 980
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 964-980
Not analysed yet
964 εὔιόν τε τὸ ὑπὸ τῶν Βακχῶν αἰρόμενον ἐν ταῖς Διονυσιακαῖς δᾳδουχίαις. 965 φιλαύλους τʼ ἠρέθιζε Μούσας: κακολογῶν αὐτὰς ἠρέθιζεν κατʼ αὐτοῦ· λέγει οὖν, ἐτάρασσε καὶ ἐσκόρπιζε τὰς τῶν αὐλῶν ᾠδάς· ἢ οὕτως, τὰς Μούσας τὰς περὶ τὸν Διόνυσον ἐχλεύαζεν τουτέστι τοὺς ὕμνους ἢ τοὺς λόγους· τινὲς δέ φασιν ὅτι καὶ τὰς Μούσας ὕβρισεν. 966 παρὰ δὲ κυανέων πελάγεων: ἀντὶ τοῦ παρὰ δὲ τοῖς κυανέοις πελάγεσι τῆς διδύμης θαλάττης γέγονεν ἐμφύλια κακὰ περὶ τοὺς Φινείδας· κυανέοις δὲ πελάγεσιν εἶπεν τοῖς ὑπὸ τῶν Κυανέων πετρῶν περιεχομένοις· διδύμας δὲ ἁλὸς ἢ διὰ τὸ διαχωρίζεσθαι ὑπʼ αὐτῶν τὴν θάλασσαν ἢ διὰ τὸ συνιέναι αὐτὰς καὶ ἑνοῦσθαι διδύμους αὐτάς φησιν. 968 ἀκταὶ αἱ ὑπὸ τοῦ βοσπόρου τοῦ πελάγους περιεχόμεναι. 969 ἠδʼ ὁ Θρῃκῶν Σαλμυδησσός: ὁ Θρᾳκικὸς Σαλμυδησσός· πέλαγος δέ ἐστι δυσχείμερον περὶ Θρᾴκην· Ἀἰσχύλος Σαλμυδησσία γνάθος ἐχθρόξενος ναύτῃσι μητρυιὰ νεῶν. 970 ὅν. ἵνʼ ἀγχίπολις Ἄρης: παρὰ γὰρ Θρᾳξὶ τιμᾶται ὁ Ἄρης ὡς καὶ ὁ ποιητὴς τὼ μὲν ἄῤ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον· τὸ δὲ ἵνα τοῖς ἄνω συνάπτεται, ἵνα ἀκταὶ Βοσπόριαι καὶ οὐδὲν λείπει· ὅσοι δὲ γράφουσιν ὃν Ἄρης περιττὸν λαμβάνουσι τὸ ὄνομα. 971 δισσοῖσι Φινείδαις: τῶν δισσῶν Φινειδῶν, Πληξίππου καὶ Πανδίονος ἢ Τηρύμβα καὶ Ἀσπόνδου. 973 τὸ ἐξῆς, τυφλωθὲν ὀμμάτων κύκλοις. 974 ἀλαστόροισιν; τοῖς ἄλαστα πεπονθόσιν ἢ τοῖς δυστυχέσι κύκλοις τῶν ὀμμάτων. 975 ἀντὶ τοῦ τυφλωθέν. ἀραχθὲν ἐγχέων: ἀραχθὲν αἱματηραῖς χείρεσσιν ὑπʼ ἐγχέων καὶ κερκίδων ἀκμαῖς τουτέστι γυναικείαις. 976 ὀξύτησι. 978 μελέαν ὅτι τελευτήσασα ἀφῆκεν αὐτοὺς ὑπὸ μητρυιάν· ἢ ὅτι αὐτὴ αὐτοὺς ἐξετύφλωσεν. 980 ἀνύμφευτον γονάν; κακόνυμφον γονὴν ὅτι ἐπὶ κακῷ νυμφευθεῖσα δυστυχεῖς αὐτοὺς ἔτεκεν· ἢ τὴν ἀνύμφευτον ἑαυτῶν κοινωνίαν οἷον τῆς πρὸς γυναῖκας συνουσίας ἄπειροι ὄντες.