Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 954
Not analysed yet
954 θυμοῦ γὰρ οὐδὲν γῆρας: οἷον οὐκ ἔστι θυμοῦ κρατῆσαι ἄνθρωπον ὄντα· οὐ καταγηράσκει· τὸ ὡμὸν τοῦ θυμοῦ εἰ μὴ ἐξέλθοι τοῦ βίου ὁ ἄνθρωπος· ἀδύνατον γάρ ἐστιν ὄντα ἄνθρωπον μὴ θυμῷ χρήσασθαι· τοῦτο δὲ καὶ παροιμιακῶς λέγεται, ὅτι ὁ θυμὸς ἔσχατον γηράσκει, λέγεται δὲ διὰ τοὺς πρεσβυτέρους· ὅσῳ γὰρ γηράσκουσι τὸν θυμὸν ἐρρωμενέστερον ἔχουσιν· καὶ Ἀλκαῖος ὡς λεγομένου κατὰ κοινὸν αὐτοῦ μιμνήσκεται.