Ancient Greek · ~3 min
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 981
Not analysed yet
981 ἃ δὲ σπέρμα μὲν ἀρχαιογόνων: Βορέας κῆδος συνῆψε τοῖς Ἀθηναίοις ἁρπάσας Ὠρείθυιαν τὴν Ἐρεχθέως ἐξ ἧς ἔσχεν Ζήτην καὶ Κάλαῖν καὶ Κλεοπάτραν· ταύτην ὁ Φινεὺς ἔγημεν ἐξ ἧς αὐτῷ δύο παῖδες ἐγένοντο Πλήξιππος καὶ Πανδίων, κατὰ δέ τινας Τηρύμβας καὶ Ἄσπονδος· μετὰ δὲ τὸν Κλεοπάτρας θάνατον ἐπέγημεν δαίαν τὴν Δαρδάνου, κατὰ δέ τινας Εἰδοθέαν τὴν Κάδμου ἀδελφὴν ἧς καὶ αὐτὸς Σοφοκλῆς μνημονεύει ἐν Τυμπανισταῖς· ἥτις ἐξ ἐπιβουλῆς τυφλώσασα τοὺς τῆς Κλεοπάτρας παῖδας ἐν τάφῳ καθεῖρξεν, ὡς δέ τινές φασιν ὅτι κατεψεύσατο αὐτῶν ἅτε δὴ πειρασάντων αὐτὴν ἐφʼ οἷς ἀπατηθεὶς ὁ Φινεὺς ἀμφοτέρους τυφλοῖ· ταῦτα δὲ ἱστορεῖ Ἀπολλόδωρος ἐν τῇ Βιβλιοθήκῃ· τινὲς δὲ ἱστοροῦσιν ὅτι περιοῦσαν τὴν Κλεοπάτραν ὁ Φινεὺς ἐκβέβληκεν καὶ τὴν Ἰδαίαν ἐπέγημεν, ἡ δὲ ὀργισθεῖσα τοὺς ἑαυτῆς ἐτύφλωσεν παῖδας. Βορέου γὰρ καὶ Ὠρειθυίας τῆς Ἐρεχθέως ἦν ἡ Κλεοπάτρα.