Ancient Greek · ~5 min
ΕΥΡΩΠΗ.
Scylax of Caranda, Periplus Scylacis 13
Not analysed yet
13. ΣΙΚΕΑΙΑ. Κατὰ δὲ Ῥήγιόν ἐστι Σικελία νῆσος ἀκὸ τῆς Εὐρώπης ἀπέχουσα στάδια ιβ΄ εἰς Πελωριάδα ἀνεὸ Ῥηγίου. Ἐν δὲ Σικελία ἔθνη βάρβαρα τάδε ἐστίν· Ἔλυμοι, Σικανοὶ, Σικελοὶ, Φοίνικες, Τρῶες. Οὗτοι μὲν βάρβαροι, οἰκοῦσι δὲ καὶ Ἕλληνες. Ἀκρωτήρεον δὲ Σικελίας Πελωριάς. Πόλεις δʼ εἰσὶν ἀπὸ Πελαιριάδος Ἑλληνίδες αἵδε· Μεσσήνη καὶ λιμὴν, Ταυρομένιον, Νάξος, Κατάνη, Λεοντῖνοι· εἰς τοὺς Λεοντίνους δὲ κατὰ Τηρίαν ποταμὸν ἀνάπλους κ’ σταδίων· s Σύμαιθος ποταμὸς καὶ πόλις Μεγαρὶς καὶ λιμὴν Ξιφώνειος. Ἐχομένη δὲ Μεγαρίδος πόλις ἐστὶ Συράκουσαι, καὶ λιμένες ἐν αὐτῇ δύο· τούτων ὁ ἕτερος ἐντὸς τείχους, ὁ δ᾿ ἄλλος ἔξω. Μετὰ δὲ ταύτην πόλις Ἕλωρον καὶ Πάχυνος ἀκρωτήριον. Ἀπὸ Παχύνου δὲ πόλεις Ἑλληνίδες αἵδε· Καμάρινα, Γέλα, Ἀκράγας, Σελινοῦς, Λιλύβαιον ἀκρωτήριον. Ἀπὸ δὲ Αιλυβαίου πόλις ἐστὶν Ἑλληνὶς Ἱμέρα, μετὰ δὲ Ἱμέραν πόλιν Αιπτάρα νῆσός ἐστι, καὶ πόλις Ἑλληνὶς Μύλαι καὶ λιμήν. Ἔστι δὲ ἀπὸ Μυλῶν ἐπὶ Λιπάραν νῆσον πλοῦς ἡμέρας ἥμισυ Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Ἀπὸ γὰρ Ῥηγίου πόλεις εἰσὶν αἵδε· Λοκροὶ, Καυλωνία, Κρότων, Λακίνιον ἱερὸν Ἥρας καὶ νῆσος Καλυψοῦς, ἐν ᾗ Ὀδυσσεὺς ᾤκει παρὰ Καλυψοῖ, καὶ ποταμὸς Κρᾶθις καὶ Σύβαρις καὶ Θουρία πόλις. Οὗτοι ἐν τῇ Λευκανίᾳ Ἕλληνες.