Ancient Greek · ~6 min
14 to 20
Scylax of Caranda, Periplus Scylacis 14-20
Not analysed yet
14. ΙΑΠΥΓΙΑ. Μετὰ δὲ τὴν Λευκανίαν Ἰάπυγές εό. ἔεκτοιλ. εἰσιν ἔθνος μέχρι Ὠρίωνος ὄρους τοῦ ἐν τῷ κόλπῳ τῷ Ἀδρίᾳ. Παράκλους παρὰ τὴν Ἰαπυγίαν ἓξ ἡμερῶν καὶ ἔξ νυκτῶν. Ἐν δὲ τῇ Ἰαπυγία οἰκοῦσιν Ἕλληνες, καὶ πόλεις εἰσὶν αἵδε· Ἡράκλειον, Μεταπόντιον, Τέρας καὶ λιμὴν Ὑδροῦς ἐπὶ τῷ τοῦ Ἀδρίου ἢ τῷ τοῦ Ἰονίου κόλπου στόματι. 15. ΣΑΥΝΙΤΑΙ. Μετὰ δὲ Ἰάπυγας ἀπὸ Ὠρίωνος Σαυνῖται ἔθνος ἐστίν ,s διήκοντες ἀπὸ τοῦ Τυρσηνικοῦ πελάγους εἰς τὸν Ἀδρίαν. Παράπλους τῆς Σαυνίτιδος χώρας ἡμερῶν δύο καὶ νυκτός. 16. ΟΜΒΡΙΚΟΙ. Μετὰ δὲ Σαυνίτας ἔθνος ἐστὶν Ὀμβρικοὶ, καὶ πόλις ἐν αὐτῇ Ἀγκών ἐστι. Τοῦτο δὲ τὸ ἔθνος τμιᾷ Διομήδην, εὐεργετηθὲν ὑπʼ αὐτοῦ· καὶ ἱερόν ἐστιν αὐτοῦ. Παράπλους δὲ τῆς Ὀμβρικῆς ἐστὶν ἡμερῶν δύο καὶ νυκτός. 17. ΤΓΡΡΗΝΟΙ. Μετὰ δὲ τὸ Ὀμβρικὸν Τυρρηνοί. Διήκοωσι δὲ καὶ οὗτοι ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους ἔξωθεν εἰς τὸν Ἀδρίαν· καὶ πόλις ἐν αὐτῇ Ἑλληνὶς ,s καὶ ποταμός· καὶ ἀνάπλους εἰς τὴν πόλιν κατὰ ποταμὸν ὡς κ΄ σταδίων. Καί ἐστιν ἐπὶ αὐτῆς ἀκὸ Πίσης πόλεως ὁδὸς ἡμερῶν τριῶν. 18. ΚΕΑΤΟΙ. Μετὰ δὲ Τυρρηνούς εἰσι Κελτοὶ ἔθνος, ἀπολειφθέντες τῆς στρατείας, ἐπὶ στενῶν μέχρι Ἀδρίου . s Ἐνταῦθα δέ ἐστιν ὁ μυχὸς τοῦ Ἀδρίου κόλπου. 19. ΕΝΕΤΟΙ. Μετὰ δὲ Κελτοὺς Ἐνετοί εἰσιν ἔθνος, καὶ ποταμὸς Ἠριδανὸς ἐν αὐτοῖς. Ἐντεῦθεν δὲ παράπλους ἐστὶν ἡμέρας μιᾶς. 20. ΙΣΤΡΟΙ. Μετὰ δὲ Ἐνέτους εἰσὶν Ἴστροι ἔθνος, καὶ ποταμὸς Ἴστρος. Οὗτος ὁ ποταμὸς καὶ εἰς τὸν Πόντον ἐκβάλλει ἐνδιεσκευνῶς εἰς Αἴγυπτον. Παράπλους δὲ τῆς Ἰστριανῶν χώρας ἡμέρας καὶ νυκτός.