Ancient Greek · ~2 min
ΕΥΡΩΠΗ.
Scylax of Caranda, Periplus Scylacis 21
Not analysed yet
21. ΛΙΒΥΡΝΟΙ. Μετὰ δὲ Ἴστρους Λιβυρνοί εἰσιν ἔθνος. Ἐν δὲ τούτῳ τῷ ἔθνει πόλεις εἰσὶ παρὰ θάλατταν Λιὰς, Ἴδασσα, Ἀττιενίτης, Δυύρτα, Ἀλουψοὶ, Ὀλσοὶ, Πεδῆται, Ἡμίονοι. Οὗτοι γυναικοκρατοῦνται καὶ εἰσὶν αἱ γυναῖκες ἀνδρῶν ἐλευθέρων· μίσγονται δὲ τοῖς ἑαυτῶν δούλοις καὶ τοῖς πλησιοχώροις ἀνδράσι. Κατὰ ταύτην τὴν χώραν αἵδε νῆσοί εἰσιν, ὧν ἔχω εἰπεῖ τὰ ὀνόματα s (εἰσὶ δὲ καὶ ἄλλαι ἀνώνυμοι πολλαί)· Ἴστρις νῆσος σταδίων τί, πλάτος δὲ ρκ΄ Ἠλεκτρίδες, Μεντορίδες. Αὗται δὲ αἱ νῆσοί εἰσι μεγάλαι. Καταρβάτης ποταμός. Παράπλους τῆς Λιβυρνίδος χώρας ἡμερῶν δύο.