Ancient Greek · ~2 min
ΕΥΡΩΠΗ.
Scylax of Caranda, Periplus Scylacis 22
Not analysed yet
22. ΙΑΛΥΡΙΟΙ. Μετὰ δὲ Λιβυρνούς εἰσιν Ἰλλυριοὶ ἔθνος, καὶ παροικοῦσιν οἱ Ἰλλυριοὶ παρὰ θάλατταν μέχρι Χαονίας τῆς κατὰ Κέρκυραν τὴν Ἀλκινόου νῆσον. Καὶ πόλις ἐσὶν Ἑλληνὶς ἐνταῦθα, ᾗ ὄνομα Ἡράκλεια, καὶ λιμήν. Εἰσὶ δὲ καὶ οἱ λωτοφάγοι καλούμενοι βάρβαροι οἵδε· Ἱεραστάμναι, Βουλινοὶ (Ὑλλινοί) s Βοωλινῶν ὁμοτέρμονες Ὕλλοι. Οὗτοι δέ φασιν Ὕλλον τὸν Ἡρακλέους αὐτοὺς κατοικίσαι· εἰσὶ δὲ βάρβαροι. Κατοικοῦσι δὲ χερρόνησον ὀλίγῳ ἐλάσσω τῆς Πελοποννήσου. Ἀπὸ δὲ χερρονήσου παραστόνιον ὀρθόν· ταύτην παροικοῦσι Βουλινοί. Βουλινοὶ δʼ εἰσὶν ἔθνος Ἰλλυρικόν. Παράπλους δʼ ἐστὶ τῆς Βουλινῶν χώρας ἡμέρας μακρᾶς ἐπὶ Νέστον ποταμόν.