Ancient Greek · ~7 min
9 to 15
SEMUS DELIUS, Fragmenta 9-15
Not analysed yet
Σῆμος δʹ ἐν πέμπτῃ Δη- λιάδος ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικὸς, ἧς μνημονεύει καὶ ἐν τῇ ὀγδόῃ. Τὴν δὲ συναυλίαν τί ποτʹ ἐστὶν, ἐμφανίζει Σῆμος ὁ Δήλιος ἐν πέμπτῳ Δηλιάδος, γράφων οὕτως· «Ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. Ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος.» Σῆμος δʹ ἐν ἕκτῳ Δηλιά- δος· «Ἀθηναίοις (φησι) θυομένοις ἐν Δήλῳ τὴν χέρ- νιβα βάψας ὁ παῖς προσήνεγκε, κάν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. Εἰπεῖν οὖν αὐτοῖς τοὺς τῶν Δηλίων μάντεις, ὡς κυριεύσουσι τῆς θαλάσσης.» Βίβλινος οἶνος. Σίμος (l. Σῆμος) δὲ ἐν τῇ ἕκτῃ τῆς Ἰλιάδος (l. Δλιάδος), ἐν Νάξῳ φησὶ ποταμὸν Βιβλίνην, ἀφʹ οὗ καλοῦσιν οἶνον Βίβλινον, διὰ τὰς πεφυκυίας ἀμπέλους. Διὰ δὲ τοῦ μ γράφουσι τὸν ποταμὸν, Βιμβλίνην· καὶ τὸν Νάξιον οἶνον διὰ τοῦ μ, Βίμβλινον. Βιβλίνη, χώρα Θρᾴκης· ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος· οἱ δὲ ἀπὸ Βιβλίας ἀμπέλου. Δῆμος (l. Σῆμος) δʹ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νάξου ποταμὸς Βίβλος. Ἀχαΐνας. Τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος ἐν ὀγδόῳ Δηλιάδος, λέγων ταῖς θεσμοφόροις γίνεσθαι. Εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια, ἐπιλεγόντων τῶν φερόντων· «Ἀχαΐνην στέατος ἔμπλεων τράγον,» Τέγυρα, πόλις Βοιωτίας, ἐν ᾗ Ἀπόλ- λωνά φασι γεννηθῆναι. Σῆμος δʹ ὁ Δήλιος· «Τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δὲ ἐν Δήλῳ, οἱ δʹ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δʹ ἐν Τεγύρᾳ τῆς Βοιωτίας φασίν· ὅθεν καὶ Τεγυρήϊος Ἀπόλλων.» Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν (fr. 3) κτλ. Σῆμος δʹ ὁ Δήλιός φησι· «Τρίπους χαλκοῦς, οὐχ ὁ Πυθικὸς, ἀλλʹ ὃν νῦν λέβητα καλοῦσιν. Οὗτοι δʹ ἦσαν οἱ μὲν ἄπυροι, εἰς οὓς τὸν οἶνον ἐξεκεράννυον· οἱ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον, καὶ ἐμπυριβῆται. Καὶ τούτων ἔνιοι ὠτώεντες, τρίποδα δὲ τὴν ὓπόβασιν ἔχοντες, τρίποδες ὠνομάζοντο.»