Ancient Greek · ~3 min
5a to 7
SEMUS DELIUS, Fragmenta 5a-7
Not analysed yet
Πράμνειος οἶνος· Σῆμος ὁ Δήλιος ἐν τρίτῳ ἐν ᾗ καὶ ὁ πράγμων (scr. ἐν Ἰκάρῳ Πράμνον) πέτραν εἶναι, ἀφ ̓ ἧς τὸν οἶνον εἶναι. Πράμνιος οἶνος . . . Σ. Ὁ Δήλιος ἐν γʹ, ἐν Νικίᾳ (lege Ἰκάρῳ) Πράμνον πέτραν εἶναι, ἀφ ̓ ἧς τὸν οἶνον εἶναι. Εἶναι γὰρ ἐν Ἰκάρῳ φησὶ Σῆμος Πράμνον πέτραν, καὶ παρ ̓ αὐτῇ ὄρος μέγα, ἀφ ̓ οὗ τὸν Πράμνιον οἶνον, ὃν καὶ φαρμακίτην τινὰς καλεῖν. Σῆμος δ ̓ ἐν τετάρτῳ Δηλιάδος «Δελφοῖς (φησὶ) παραγινομένοις εἰς Δῆλον παρεῖχον Δήλιοι ἄλας καὶ ὄξος καὶ ἔλαιον καὶ ξύλα καὶ στρώματα.» Πρῶτος ἐν τοῖς Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος ὁ Δήλιος ἐν τετάρτῳ Δηλιάδος, τὸ παρὰ μὲν ἡμῖν στέφος, παρὰ δέ τισι στέμμα προσαγορευόμενον, διὸ καὶ τούτῳ πρώτῳ στεφανωσάμενοι δεύτερον περιτιθέμεθα τὸν δάφνινον. Κέκληται δὲ στέφανος ἀπὸ τοῦ στέφειν.