Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_SEMUS_DELIUS
SEMUS DELIUS, Fragmenta 8
Not analysed yet
Παρμενίσκος δὲ ὁ Μεταποντῖνος, ὥς φησι Σῆμος ἐν πέμπτῳ Δηλιάδος, καὶ γένει καὶ πλούτῳ πρωτεύων, εἰς Τροφωνίου καταβὰς, καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. Καὶ χρηστηριαζομένῳ περὶ τούτου, ἡ Πυθία ἔφη· Εἴρῃ μʹ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο; Δώσει σοι μήτηρ οἴκῳ, τὴν ἔξοχα τῖε. Ἐλπίζων δʹ, ἂν ἐπανέλθῃ εἰς τὴν πατρίδα, γελάσειν, ὡς οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι, ἔρχεταί ποτε κατὰ τύχην εἰς Δῆλον· καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθε καὶ εἰς τὸ Λητῷον, νομίζων τῆς Ἀπόλλωνος μητρὸς ἄγαλμά τι θεωρήσειν ἀξιόλογον· ἰδὼν δʹ αὐτὸ ξύλινον ἄμορφον παραδόξως ἐγέλασεν. Καὶ τὸν τοῦ θεοῦ χρησμὸν ξυμβαλὼν, καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς, μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν.