Ancient Greek
Ι.
Seniores Apud Irenaeum, Reliquiae plurium anonymorum Ι.
Not analysed yet
Ἡ γὰρ πλάνη (Irenæus inquit, Præfat. Lib. Primi Contra Hæreses, §. ii. p. 2. ed. Massueti.) καθ᾿ αὑτὴν μὲν οὐκ ἐπιδείκνυται, ἵνα μὴ γυμνωθεῖσα γένηται κατάφωρος· πιθανῷ δὲ περιβλήματι πανούργως κοσμουμένη, καὶ αὐτῆς τῆς ἀληθείας ἀληθεστέραν ἑαυτὴν παρέχειν (fortasse παρέχει. vid. not.) φαίνεσθαι διὰ τῆς ἔξωθεν φαντασίας τοῖς ἀπειροτέροις· καθὼς ὑπὸ ΤΟΥ ΚΡΕΙΤΤΟΝΟΣ ἩΜΩΝ εἴρηται ἐπὶ τῶν τοιούτων, Ὅτι λίθον τὸν τίμιον σμάραγδον ὄντα καὶ πολυτίμητόν τισιν ὕαλος ἐνυβρίζει διὰ τέχνης παρομοιουμένη, ὅποταν μὴ παρῇ ὁ σθένων δοκιμάσαι καὶ τέχνῃ διελέγξαι τὴν πανούργως γενομένην. ὅταν δὲ ἐπιμιγῇ ὁ χαλκὸς εἰς τὸν ἄργυρον, τίς εὐκόλως δυνήσεται τοῦτον ἀκεραίως (ἀκέραιος ὢν legebat Vet. Interpres; vid. not.) δοκιμάσαι;