Ancient Greek · ~9 min
Ἐκ τοῦ Σαραπίωνος Ἀλεξανδρέως παρονομασίαι σχηματισμῶν τῶν ἀστέρων. [Σεραπίωνος ὀνομασίαι].
Serapion, Fragmenta 228
Not analysed yet
Τὸ μὲν οὖν μεσουράνημα καὶ τὰ ἴδια κέντρα δίδωσι τὴν περίκτησιν, τὴν δὲ ποιότητα τῆς περικτήσεως οἱ ἐν τοῖς ἀποκλίμασι δηλοῦσιν· οἷον Ζεὺς μεσουρανῶν, Ἄρης ἐν τῷ ϛʹ, ἡ μὲν περίκτησις ἐκ τοῦ Διός, ἡ δὲ ποιότης ἀπὸ Ἄρεος, οἷον διὰ στρατιωτικῶν 〈προσώπων〉· αἴτιος μὲν ὁ Ζεύς, τὸ δὲ ποῖον ὁ Ἄρης τοῦ διὰ τοιούτων προσώπων. Δυνατώτεροι δέ εἰσιν οἱ κακοποιοὶ ἐν τοῖς ἀποκλίμασιν, ἐὰν παρὰ τῷ κέντρῳ ἐπίκειταί τις· τὰ γὰρ αἴτια τῆς κακίας δι’ αὐτῶν ἔσται, καὶ μάλιστα ἐὰν ὦσιν ἐν τῷ ϛʹ· οἱ δὲ ἀχρημάτιστοι τῶν ἀποκλινόντων ἀστέρων διὰ πάντων ἀνενεργότεροί εἰσιν. Πολλάκις γίνεται ἡ τύχη δαίμων· ὅταν γὰρ τὸ αἱρετικὸν φῶς εἰς παραιρέτου ἢ ὅρια ἢ κατὰ τὸ ἄρρεν καὶ θῆλυ, οἷον ἡμέρας μὲν Ἥλιος θηλυκῷ ζῳδίῳ, νυκτὸς δὲ Σελήνη ἀρσενικῷ· καὶ ὅταν τὸ αἱρετικὸν φῶς μὴ ᾖ ἀπηλιωτικὸν ἐν τῷ αἱρετικῷ ἡμισφαιρίῳ. ἐὰν δὲ ἄμφω τὰ φῶτα ἐν τῷ ὑπὸ γῆν τύχη ἡμισφαιρίῳ καὶ τὰ ἄλλα ἀνοικείως ἔχωσι ἀπὸ τοῦ καθυπερτεροῦντος ἤτοι προηγουμένου φωτός, ἐπὶ τὸ ἑπόμενον ἡ τύχη λαμβάνεται. Ὅτι οἱ τριγωνισμοὶ φιλικώτεροί εἰσιν, κἂν ὦσι κακοποιοί, ἧττον βλάπτουσιν· οἱ δὲ τετράγωνοι μεγίστας ἔχουσι δυνάμεις, οἱ δὲ ἑξάγωνοι ἀνειμένας. αἱ δὲ διαμετρήσεις τῶν μὲν ἀγαθοποιῶν ἀντιζηλίας ἔχουσι, τῶν δὲ κακοποιῶν δυνατώτερα γίνονται τὰ κακά. ἔτι δὲ καὶ ἐὰν ἐπίκεντροι ὦσιν, αἱ συμπαρουσίαι τῶν μὲν ἀγαθοποιῶν χαιρόντων ἐν αὐταῖς ἄρισται, τῶν δὲ κακοποιῶν πραΰνονται αἱ κακίαι. Ὅτι κρείττονες αἱ διαμετρήσεις αὗται· Σελήνη Ταύρῳ Ἄρης Σκορπίῳ. Ἥλιος Λέοντι Κρόνος Ὑδοροχόῳ, Ζεὺς Αἰγοκέρωτι† Κρόνος Ζυγῷ, διὰ τὸ οἰκείως εἶναι τοὺς θεοὺς καὶ ἰδιοθρονεῖν· γίνονται γὰρ ἀρχικοὶ τότε. τὸ δ’ ἐνάλλαξ κάκιστον σχῆμα καὶ καθόλου ἐναντιούμενον τοῖς ἰδίοις ὁρίοις τὴν καθυπερτέρησιν καὶ διαμέτρησιν ἔχειν τοῦ ἐναντίως ἔχοντος. πολλάκις δὲ τὰς διαμετρήσεις κωλύει τὸ τῆς γῆς κύρτωμα καὶ ἀδικεῖ, οἷον Παρθένῳ, Ἰχθύσι· πλὴν Ζεὺς καὶ Κρόνος οὐκ ἀδικοῦνται ὑπὸ τοῦ κυρτώματος τῆς γῆς. οὐδὲ Σελήνη Ταύρῳ καὶ Ἄρης Σκορπίῳ οὐδ’ οὗτοι. οἱ δ’ ἄλλοι πάντες ἐν τοῖς διαμέτροις ὄντες ἀθεώρητοί εἰσιν ἀλλήλων διὰ τὸ τῆς γῆς κύρτωμα. Ὅτι ἐφ’ ὧν ἐστιν ἡ Σελήνη ὁρίων, οἰκοδεσπότης ποιεῖται, ὅταν τύχῃ ὁ τῶν ὁρίων κύριος ἐν ἰδίω ζῳδίῳ ἢ μοίρᾳ μαρτυρῶν τὴν Σελήνην. ἀφ’ ὧν φέρεται, ἀπόρροιαν ποιεῖται, εἰς ἃς δὲ ἐπιτρέχει μοίρας, τούτοις συνάπτει.