Ancient Greek · ~8 min
Ἐκ τοῦ Σαραπίωνος Ἀλεξανδρέως παρονομασίαι σχηματισμῶν τῶν ἀστέρων. [Σεραπίωνος ὀνομασίαι].
Serapion, Fragmenta 229
Not analysed yet
ἐὰν δὲ ὁ κύριος ἐπιτρέχῃ μοίραις τῶν ὁρίων 〈καὶ〉 Σελήνη συμπαρῇ αὐτῷ κατὰ τὰ αὐτὰ ὅρια, εἰ δὲ Σελήνη αὐτῷ συνάπτει, κυρία ἔσται ἡ συναφή· ὡσαύτως ἐὰν ἀπορρῇ, κυρία ἔσται ἡ ἀπόρροια. ἐὰν δὲ μὴ οὕτως ἔχῃ, μέλλῃ δὲ συνάπτειν τινὶ τῶν ἀστέρων ἢ κατὰ σῶμα ἢ κατὰ μαρτυρίαν ἐφ’ ὧν ἡ Σελήνη μοιρῶν ἐπιβαίνει, σκοπεῖν δεῖ 〈ζεῖ〉 εἰς ἃ ἀπέρχεται Σελήνη ὅρια, τοῦ ἀστέρος εἰσὶν ἐκεῖνα ᾧ τὴν ἀκτῖνα ἐπέβαλεν, καὶ ἐὰν οὕτως ἢ. λέγ(ε) †ἔχη· εἰ δὲ μὴ τύχῃ εἰς ἃ μέλλει ὅρια ἀπέρχεσθαι ἡ Σελήνη, εἶναι αὐτὰ τὰ τοῦ ἀκτινοβοληθέντος ἀστέρος ὅρια, ἀκυρολόγητος ἔσται ἡ συναφή· τὸ δ’ αὐτὸ νοείσθω καὶ ἐπὶ τῶν ἀπορροιῶν. Ὅτι ἡ Σελήνη χαίρει συνάπτουσα μεστὴ μὲν πρὸς τὴν τοῦ Ἡλίου αἵρεσιν, ἀποκρουστικὴ δὲ πρὸς τὴν ἑαυτῆς αἵρεσιν. Ὅτι ἡ Σελήνη ὅτε μὲν ἀπὸ τῶν ἐλασσόνων ἐπὶ τὰ μέσα κινεῖται, μεσοβίους ποιεῖ· ἀπὸ δὲ τῶν μέσων ἐπὶ τὰ ἐλάσσονα ταπεινοτέρους· ἀπὸ δὲ τῶν μέσων ἐπὶ τὰ μεγάλα, εὐδαίμονας ποιεῖ· ἀπὸ δὲ τῶν μεγάλων ἐπὶ τὰ μέσα μεσοβίους. ταῦτα δὲ ἐπιτείνονται καὶ ἀνίενται πρὸς τὴν αὐξομείωσιν τοῦ φωτός· ἀποκρούουσα γὰρ ὥσπερ τὴν δύναμιν ἀφαιρεῖται αὑτῆς. ἀλλὰ †κἂν τῶν ἀπὸ τῶν ἄλλων σχημάτων, εὐδαιμονίας ἢ ἐκπτώσεως γίνεται αἰτία· ἀμαρτύρητος δὲ ὑπὸ Διὸς Ἀφροδίτης καὶ κενοδρομοῦσα μετρίους, φιλερήμους ποιεῖ· εἰ δὲ καὶ ἀφαιρεῖ, ἐκπτώτους· χείρων δὲ ἐὰν ἀποκλίνωσι ἢ ὕπαυγοι ὦσιν. Σελήνη ἀπορρέουσα Ἑρμοῦ μὲν δηλοῖ περὶ ἤθους καὶ φρονήσεως, Ἀφροδίτης 〈ποιεῖ ἡδο〉νὰς καὶ τὰ τοιαῦτα, Διὸς δὲ 〈περὶ〉 θυμικῶν καὶ φρενῶν ἐκστάσεως, Κρόνου δὲ περὶ σωματικῶν ψύξεων καὶ κακώσεων νεύρων καὶ ὑγρῶν ὀχλήσεως. ἐὰν δὲ ἀπὸ Ἡλίου καὶ Ἄρεος, καύσεις 〈ποιεῖ〉καὶ ὅσα διὰ πυρὸς γίνεται. Ὅτι δὲ τὰς τῶν ἀστέρων φάσεις ἑπομένως τῷ θείῳ Πτολεμαίὼ ἐκλαμβάνει καὶ οὐχὶ Δωροθέῳ. Ὅτι δυναμοῦνται οἱ ἀστέρες τετράγωνοι ἢ διάμετροι Ἡλίῳ ὄντες, κἂν ἐν ἀχρηματίστοις ὦσι τόποις. Ὅτι ὁ Κρόνος ὅσα δ’ ἂν χαρίσηται, οὐδεὶς ἄλλος δύναται ἀστὴρ ἀφαιρῆσαι. Ὅτι ἡ Σελήνη μεστὴ μὲν πρὸς Ἄρη, ἀποκρουστικὴ δὲ πρὸς Κρόνον, τετράγωνος ἢ διάμετρος καὶ μάλιστα ἐπίκεντρος, συμφορὰς ποιεῖ καὶ ἐκπτώσεις.