Ancient Greek · ~3 min
Section 3
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 3
Not analysed yet
Καὶ ὅρα τοῦ πιστοῦ τὸ ἐρρωμένον φρόνημα. Ἦλθεν οὐ δι’ ἑαυτοῦ ἀλλὰ διὰ τῶν πρεσβυτέρων ,οὐκ ἀφοσιούμενος τὴν παράκλησιν, ἀλλ’ ἀνάξιον ἑαυτὸν θέμενος τῆς τοῦ σωτῆρος ὄψεως. Λέγει γάρ· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα ἐλθεῖν πρὸς σέ. Καλὴ τοῦ πιστοῦ ἡ ἐπιείκεια, ὄψιν μὲν παραιτουμένη διὰ τὴν εὐλάβειαν, ἀξίαν δὲ κηρύττουσα διὰ τὸν ἀληθῆ λόγον. Ἦλθον οἱ πρεσβύται τῶν Ἰουδαίων, ὀλιγόπιστοι πρεσβύται ὑπὲρ πιστοῦ θεράποντος. Καὶ οἱ μὲν τῆς συναγωγῆς ἄρχοντες ἐλέγοντο· Ἐλθὲ καὶ ἴασαι. Ὁ δὲ πρεσβείαν ἀποστείλας, ἐπιγνοὺς τὴν ἀξίαν· Μὴ σκύλλου φησὶν οὐ γάρ εἰμι ἱκανὸς ἵνα εἰσέλθῃς εἰς τὸν οἶκόν μου. Καὶ πόθεν ἔχεις πεῖραν τοῦ ἐμοῦ λόγου;