Ancient Greek · ~6 min
Section 13
Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia 13
Not analysed yet
Βλέπε, ὅση διαφορὰ ἀναμέσον παλαιοῦ νόμου καὶ καινῆς χάριτος πρὸς πᾶσαν κατάστασιν. Μωϋσῆς ἐκ τοῦ ὄρους κατελθὼν πρώτῃ νομοθεσίᾳ καὶ πρώτῳ νόμῳ κελεύει τοὺς λεπροὺς ἀφορίζεσθαι τῆς παρεμβολῆς· Χριστὸς κατελθὼν ἐκ τοῦ ὄρους λεπρὸν εὐθέως καθαίρει. Ὁ μὲν γὰρ τὰ πάθη ἐξορίζει, ὁ δὲ τὰ πάθη θεραπεύει. Ἀνῆλθε Χριστὸς εἰς ὄρος, ἀνῆλθε καὶ Μωϋσῆς· ὁ μὲν ἵνα λάβῃ, ὁ δὲ ἵνα δῷ νόμον. Ἀνῆλθε Μωϋσῆς καὶ εὗρε τὸ ὄρος πεπληρωμένον σαλπίγγων, νεφέλης, βροντῶν, ἀστραπῶν, θυέλλης, γνόφου, οὐκ ἐπειδὴ ταῦτα ἔπρεπε τῇ δόξῃ τοῦ ἐπιφανέντος, ἀλλ’ ἐπειδὴ ταῦτα ἐπαιδαγώγει τὸν λαὸν εἰς εὐλάβειαν. Ἡ δὲ χάρις, ἀδελφοί, τοῦ Χριστοῦ ἀποτίθεται τὸν φόβον, ἐκβάλλει τὴν δουλείαν. Οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβομεν πνεῦμα υἱοθεσίας. Καὶ Μωϋσῆς μὲν δέδωκε δέκα ἐντολάς, Ἰησοῦς δὲ ὁ δεσπότης Μωϋσέως ἐννέα μακαρισμούς. Ὅσοι τῶν γραφῶν ἔμπειροι, ἴσασι τὴν ἀψευδίαν τῶν εἰρημένων. Πρῶτος μακαρισμός· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι καθ’ ὑμῶν πᾶν πονηρὸν ῥῆμα ψευδόμενοι.