Ancient Greek · ~2 min
σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.
Severianus Gabalensis, In theophaniam (Ms Mr) 4
Not analysed yet
τί οὖν; οὐδέπω ἐνόησας τὴν ἀξίαν· σαφηνίζω σοι τὴν ἀλήθειαν· ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, ἐμφάνηθι. ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. ὁρᾷς, ὅπως ἅπασαν ἐγύμνωσεν τοῦ προφητευομένου τὴν ἀξίαν; ὁρᾷς, των βασιλεικῶν καὶ ὑπερκοσμίων ὅπως θρόνῳ τὸν βασιλέα τῆς δόξης ἀπήγγειλεν ἐποχεῖσθαι, τὸν ἰησοῦν; ὅθεν καὶ ὁ σωτὴρ ἐπιβεβαιῶν τοῦ προφήτου τὴν πρόρρησιν βοᾷ διὰ τῆς εὐαγγελικῆς χάριτος· ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ἐπειδὴ γὰρ ὡς ἄνθρωποί φησιν λογικοὶ τὸν θεὸν οὐκ ἐπέγνωτε, κἂν ὡς ἄλογα πρόβατα τὸν ποιμένα γνωρίσατε.