Ancient Greek · ~2 min
σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.
Severianus Gabalensis, In theophaniam (Ms Mr) 5
Not analysed yet
βουλόμενος δὲ ὁ προφήτης δεῖξαι τὸν καρπὸν τῆς τοῦ ποιμένος ἐπιδημίας ἐξέγειρον, φησίν, τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς · ἡ γὰρ τοῦ σωτῆρος ἐπιφάνεια πηγὴ πάσης εὐεργεσίας. ἐπεφάνη ὁ λυτρωτὴς τοίνυν τῆς οἰκουμένης πάντα ἀναλαβὼν εἰς ἑαυτὸν διὰ τὴν αὑτῷ πρέπουσαν ἀγαθότητα· ἐπειδὴ γὰρ εἶδεν πάντα τὰ ἐν ἀνθρώποις διαπεσόντα, καὶ τὴν ἱερωσύνην, ἣν δέδωκεν ἐν τῷ Ἰσραὴλ, καὶ τὴν προφητείαν καὶ πάντα τὰ ἐξαίρετα, αὐτὸς ἀνακαινίζει δι’ ἑαυτοῦ τὰ ἑαυτοῦ δῶρα.