Ancient Greek
σευηριανοῦ ἐπισκόπου γαβάλων λόγος εἰς τὰ θεοφάνια.
Severianus Gabalensis, In theophaniam (Ms Mr) 6
Not analysed yet
καὶ πῶς, ἄκουε· ἐγένετο προφήτης, ἐπειδὴ ἐνοθεύθη ἡ προφητεία παρὰ τῶν ἀναξίων, καθὼς γέγραπται· προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. γίνεται καὶ ἀπόστολος κατὰ τὸ εἰρημένον· κατανοήσατε τὸν ἀρχιερέα καὶ ἀπόστολον τῆς κλήσεως ἡμῶν ἰησοῦν. γίνεται καὶ ἱερεύς, καθὼς γέγραπται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. γίνεται, ἀδελφοί, καὶ διάκονος, ὡς φησὶν ὁ γενναῖος Παῦλος · λέγω γὰρ χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελείας τῶν πατέρων. διὰ πάσης οὖν ὁδεύει τάξεως, γίνεται πάλιν καὶ ἀναγνώστης· λαβὼν γὰρ τὸν ἡσαίαν ἀνεγίνωσκεν ὡς δείκνυσι τὸ εὐαγγέλιον ,ἵνα καὶ τοῦ προφήτου τὰς φωνὰς βεβαιώσῃ καὶ τῆς ἐκκλησίας τοὺς βαθμοὺς τιμήσει. ἐγένετο καὶ βασιλεὺς ὁ βασιλεὺς τῶν βασιλευόντων ,ὡς φησιν ὁ Ναθαναήλ · ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ἰσραήλ .