Ancient Greek · ~7 min
Section 10
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 10
Not analysed yet
Καὶ βλέπε τὴν πάνσοφον σοφίαν. Ἀπὸ ἑνὸς πλάττει δύο, ἵνα ἀπὸ τῶν δύο τὸν ἕνα πάλιν ἀποτελέσῃ διὰ τῆς συμφυίας. Ἀπὸ τοῦ Ἀδὰμ ἐποίησε τὴν γυναῖκα. Ἀπὸ τοῦ ἑνὸς ἐποίησε δύο. Πάλιν ὁ αὐτὸς ἀπὸ τῶν δύο ποιεῖ τὸν ἕνα. Τὸ γὰρ ἀπὸ γυναικὸς καὶ ἀνδρὸς τικτόμενον, εἰς ἓν ἀποτελεῖ σῶμα. Τὸ ῥῆμα ἀνθρώπινον· τὸ δὲ νόημα θεῖον. Ἑρμήνευσον πῶς ᾠκοδόμηται, καὶ οὐχ εὑρήσεις πῶς ἡ πλευρὰ ᾠκοδόμηται. Πῶς τὸ μὲν ἔπλασε, τὴν δὲ ᾠκοδόμησε. Μὴ ταὐτόν ἐστι πλάττειν ἀπὸ γῆς καὶ οἰκοδομεῖν ἀπὸ πλευρᾶς. Ἔπλασεν ὁ θεὸς τὸν Ἀδὰμ ἀπὸ γῆς. Ἐδημιούργησε τὴν Εὔαν ἀπὸ πλευρᾶς. Κατασκευάζει τὸν Κάιν καὶ τὸν Ἄβελ καὶ τοὺς λοιποὺς ἀνθρώπους ἀπὸ συναφείας. Καί εἰσιν οἱ μὲν γενητοί, ὁ δὲ πλαστός, ἡ δὲ οἰκοδομητή. Τὰ ὀνόματα οὐκ ἴσα. Ἐμερίσθη ἡ οὐσία; Οὐδαμῶς. Ταῦτά μοι εὐκαίρως εἰρήσθω, ἐπειδὴ λέγουσιν οἱ αἱρετικοί, ὅτι τὸ γεννητὸν καὶ τὸ ἀγέννητον οὐχ ὅμοια, ἀλλ’ ὅσην ἔχει τὰ ὀνόματα διαφοράν, τοσαύτην ἔχει καὶ τὰ πράγματα τὴν διάστασιν. Δὸς οὖν διαφορὰν τοῦ Ἀδὰμ πρὸς τοὺς ἐξ αὐτοῦ. Ὁ γὰρ Ἀδὰμ καὶ γεννητός ἐστι καὶ ἀγέννητος· γεννητός, καθὼς ἐγένετο· ἀγέννητος, καθὼς οὐκ ἐγεννήθη. Καὶ ἐγένετο καὶ ἐπλάσθη, ἀλλ’ οὐκ ἐγεννήθη· ἡ δὲ γυνὴ οὔτε ἐγεννήθη, οὔτε ἐπλάσθη. Ἐπανάλαβε πάλιν τὸ ῥῆμα καὶ στῆσον τὸ νόημα. Ὁ Ἀδὰμ ἐπλάσθη, καὶ οὐκ ἐγεννήθη· ἡ γυνὴ ᾠκοδομήθη, καὶ οὔτε ἀπὸ γῆς ἐπλάσθη, οὔτε ἀπὸ κοιλίας ἐγεννήθη, ὥσπερ ὁ Κάιν· καὶ οἱ λοιποὶ οὔτε ἐπλάσθησαν, οὔτε ᾠκοδομήθησαν, ἀλλ’ ἐγεννήθησαν. Ἐπεὶ οὖν πολλὴν ἔχει διαφορὰν ἡ ἔννοια τῶν νοημάτων –Ἄλλο γὰρ τὸ πλασθῆναι, καὶ ἄλλο τὸ οἰκοδομηθῆναι, καὶ ἄλλο τὸ γεννηθῆναι –,δεῖξόν μοι οὐσίας διαφορὰν τοῦ Ἀδὰμ πρὸς τὴν Εὔαν, καὶ τοῦ ἐξ αὐτῶν. Εἰ δὲ τέμνονται ταῖς προσηγορίαις καὶ οὐ τέμνονται τῇ οὐσίᾳ, τί θαυμαστόν; Εἰ τὰ ὀνόματα συνεχῶς περιστρέφεις, ἐναλλάττει μὲν πρὸς τὴν ἐκφώνησιν, συμφωνεῖ δὲ πρὸς τὴν ἀλήθειαν.