Ancient Greek · ~5 min
Section 9
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 9
Not analysed yet
Καὶ πρόσεχε ἀκριβῶς. Ὅτε ἐπλάσθη ὁ Ἀδάμ, ὅτε ἐδημιουργήθη, ὅτε τὸν οἰκεῖον ἀπέλαβε χαρακτῆρα, ἡ γυνὴ οὐδέπω ἐπέπλαστο. Ἀλλὰ τί ποιεῖ ὁ θεός; Ὥσπερ οὐκ ἠθέλησε τὴν ψυχὴν τοῦ Ἀδὰμ παρεῖναι τῇ δημιουργίᾳ τοῦ σώματος, οὕτως οὐδένα συνεχώρησε θνητὸν ὀφθαλμὸν παρεῖναι τῇ τῆς γυναικὸς δημιουργίᾳ. Διὰ τοῦτο μέλλων πλάττειν τὴν γυναῖκα, ἐπιβάλλει ὕπνον τῷ Ἀδάμ, ἵνα μὴ παρῇ καὶ περιεργάζηται θεοῦ δημιουργίαν. Καὶ ἐπέβαλεν ἐπ’ αὐτὸν ἔκστασιν, τουτέστιν ὕπνον, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ. Ὁ δήσας καὶ ἔλυσεν. Ἐξ ὧν ἐργάζεται, δανείζεται· ἐξ ὧν ποιεῖ λαμβάνει. Ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἐπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Πόθεν ἀντεπλήρωσεν, ἀπορεῖ ὁ λόγος· ἡ δύναμις οὐκ ἀπορεῖ. Καὶ ᾠκοδόμησε τὴν πλευράν, ἣν ἔλαβεν, εἰς γυναῖκα. Πῶς πάλιν ᾠκοδόμησεν; Ὀστοῦν πλευρᾶς πῶς εἰς ὀφθαλμὸν μετεποιήθη; Πῶς εἰς χεῖρας διεπλάσθη; Πῶς εἰς νεῦρα διετάθη; Πῶς εἰς ἧπαρ μετεχρώσθη; Πῶς εἰς τὴν τῶν ἐγκάτων ποικιλίαν μετεσχηματίσθη; Πῶς ἐπάγη γλῶττα; Πῶς ἀπετορνεύθη χείλη; Πῶς διεγλύφησαν ῥῖνες; Πῶς ἐπετάσθη τὰ ὦτα; Πῶς ἤνθησαν τρίχες; Πόθεν ἐφύησαν ὄνυχες; Πῶς διατρέχει τὸ αἷμα; Ἑρμήνευσον τὴν σὴν δημιουργίαν. Εἰ δὲ μὴ ἰσχύεις εἰπεῖν, ἐπιστόμισόν σου τὴν κατὰ τοῦ μονογενοῦς συκοφαντίαν. Ἐπέβαλεν ἐπὶ τῷ Ἀδὰμ ἔκστασιν ὁ θεὸς καὶ ὕπνωσε. Καὶ λαμβάνει πλευρὰν καὶ δημιουργεῖ γυναῖκα.