Ancient Greek
Section 11
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 11
Not analysed yet
Πόθεν δέ σοι τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον; Ἠρνήσω πατρὸς καὶ υἱοῦ τὴν προσηγορίαν· Σοφώτερος ἐγένου τοῦ ἁγίου πνεύματος τῇ προσηγορίᾳ. Οὐκ ἦν σου ἀξιοπιστότερος ὁ θεὸς; Οὐκ ἠδύνατο τὸ σοφὸν τοῦτο αὐτὸς πρὸ τῆς σῆς ἐπινοίας εὑρεῖν; Οὐκ ἠδύνατο εἰπεῖν, βαπτίζετε αὐτοὺς ἐν ὀνόματι ἀγεννήτου καὶ γεννητοῦ; Ἀλλ’ ἡ μὲν πρὸς τοὺς αἱρετικοὺς μάχη καὶ ὁ ὑπὲρ εὐσεβείας ἀγὼν ἑτέρῳ καιρῷ ταμιευέσθω, εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν· Ἐπέβαλε τῷ Ἀδὰμ τὸν ὕπνον καὶ τότε τὴν πλευρὰν ἔλαβεν.