Ancient Greek · ~3 min
Section 12
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 12
Not analysed yet
Ἐπεὶ οὖν ἐκ τῆς πλευρᾶς ταύτης ἔμελλε προέρχεσθαι ἡ ἀφορμὴ τῆς παραβάσεως –Γυνὴ γὰρ εἰσήγαγε τὸν θάνατον τῷ Ἀδάμ –,ὁ σωτὴρ βουλόμενος τὴν πληγὴν θεραπεῦσαι ἀντιτίθησι πλευρὰν πλευρᾷ· καὶ ἐν τῷ σταυρῷ τῇ λόγχῃ παρέδωκε τὴν πλευράν ,ἵνα ὅθεν ἐπήγαγε τὸ τραῦμα, ἐκεῖθεν ἀνθήσῃ ἡ σωτηρία. Ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Νόει τὸ μυστήριον καὶ τίμησον τὸν οἰκονομήσαντα καὶ βλέπε τὸ θαυμαστόν. Ἐπειδὴ γὰρ ὁ Ἀδὰμ μετὰ τὸν ὕπνον ἀφῃρέθη τῆς πλευρᾶς –Οὐ γὰρ ἐγρηγορότος τοῦ Ἀδὰμ ἡ πλευρὰ ἀφῃρέθη. –,ὁ σωτὴρ οὐκ ἐγρηγορὼς τῷ σώματι τὴν πλευρὰν διενύγη, ἀλλὰ μετὰ τὴν κοίμησιν τοῦ σώματος ἔδωκε τὴν πλευρὰν τῷ στρατιώτῃ.