Ancient Greek · ~7 min
Section 13
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 13
Not analysed yet
Καὶ πρόσεχε ἀκριβῶς. Ὅτε ὁ σωτὴρ ἐπὶ τοῦ σταυροῦ τὴν ἔνθεον οἰκονομίαν ἐπλήρου, τὰ μὲν ἄλλα ὑπέμεινεν ἔτι ὢν ἐν σαρκὶ καὶ φαινόμενος, κατὰ τὴν ἀνθρωπίνην κατάστασιν. Θεοῦ γὰρ πάθος οὐχ ἅπτεται. Θεὸν πάθος οὐχ ὑβρίζει. Θεὸν πάθος οὐ μειοῖ, εἰ μήπω καὶ τῶν ἡμετέρων ψυχῶν ἐστι κατώτερος. Εἰ γὰρ καὶ ταῖς ψυχαῖς ταῖς ἡμετέραις αὐτὸς ἐπαγγέλλεται λέγων· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι ,πῶς αὐτὸς τῶν παθῶν μετέσχε τοῦ σώματος; Ψυχὴ οὐκ ἀποθνήσκει καὶ ὁ κτίσας τὰς ψυχὰς ἀποθνήσκει; Πάντα οὖν ὑπομείνας κατὰ τὴν ἀνθρωπίνην οἰκονομίαν, ἐπὶ τέλει τῆς οἰκονομίας, ἵνα δείξῃ τῆς οἰκονομίας τὴν αὐθεντίαν καὶ τὴν ἐξουσίαν αὐθεντοῦσαν, καὶ οὐχ ὑποκύπτουσαν νόμοις φύσεως, φησὶν ἐπὶ τοῦ σταυροῦ· Τετέλεσται. Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Φωνῇ τὴν φύσιν διέλυσε, λόγῳ τὴν πῆξιν ἐφήρμοσε. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Ὅτε οὖν παρέδωκε τὸ πνεῦμα κατὰ τὸ ἀνθρώπινον σχῆμα, νεκρωθέντος αὐτοῦ, μᾶλλον δὲ νεκρώσαντος τὸν θάνατον διὰ τῆς νεκρώσεως, οἱ στρατιῶται ἀπιστήσαντες διὰ τὸ ταχὺ τῆς ἀπαλλαγῆς καὶ νοήσαντες ὅτι ὑπερβαίνει φύσιν ἀνθρώπου τὸ ψιλῷ ῥήματι τὴν ψυχὴν παραδοῦναι, προσῆλθον πειράζοντες εἰ ζῇ. Καὶ εὗρον νεκρὸν μὲν ἀληθῶς τῷ σώματι, ζῶντα δὲ τῇ ἐνεργείᾳ. Καὶ ὃν ἀπέκτειναν ὡς ἄνθρωπον, μετὰ τὸν σταυρὸν ὡμολόγουν υἱὸν τοῦ θεοῦ. Ὅτε γὰρ ὁ στρατιώτης λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἤνοιξεν, ἐξῆλθεν αἷμα καὶ ὕδωρ ,ὅ ἐστι νεκροῦ ἀλλότριον. Οὐδέποτε γὰρ ἀπὸ νεκροῦ αἷμα πηγάζει, ὅτε δὲ ἐπήγασε τὸ αἷμα τὸ μυστικόν, τότε ἡ πλευρὰ πηγὴν ἤνοιξε σωτηρίας διὰ τὴν πλευρὰν τὴν ἀνοίξασαν τὴν παρανομίαν. Τότε λέγει ὁ ἑκατόνταρχος ὁ παρεστηκὼς τῷ σταυρῷ· Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος. Ζῶντα ἠρνήσω καὶ ἀποθανόντα κηρύττεις;