Ancient Greek · ~4 min
Section 5
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 5
Not analysed yet
Ποιεῖ τοίνυν τὸν ἄνθρωπον κατὰ τὴν νεκρὰν εἰκόνα. Εἶτά φησιν· Ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδὰμ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Πολλοὶ ἐνόμισαν ὅτι τὸ ἐμφύσημα αὐτοῦ ἦν ἡ ψυχὴ καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ θεοῦ μετεδόθη τῷ σώματι ἡ ψυχή. Ἔστι γὰρ πολλῆς οὐ μόνον ἀνοίας, ἀλλὰ καὶ ἀτοπίας μεστὸς ὁ λόγος. Εἰ γὰρ ἐκ τῆς οὐσίας τοῦ θεοῦ ἡ ψυχή, οὐκ ἐχρῆν ἐν τῷ μὲν εἶναι σοφήν, ἐν ἄλλῳ δὲ μωρὰν καὶ ἀσύνετον, οὐδὲ ἐν τούτῳ μὲν εἶναι ψυχὴν δικαίαν, ἐν ἑτέρῳ δὲ ἄδικον. Ἡ γὰρ τοῦ θεοῦ οὐσία οὐ μερίζεται, οὐδὲ ἀλλοιοῦται, ἀλλ’ ἔστιν ἀναλλοίωτος. Ἐγὼ γάρ εἰμί φησι καὶ οὐκ ἠλλοίωμαι. Ἔπειτα, ἀδελφοί, οὐ μόνον εὑρίσκομεν διαμαρτανούσας ψυχὰς καὶ ἐκ τούτου ἐλεγχομένας, ὡς οὐκ εἰσὶν ἐκ τῆς θείας οὐσίας, ἀλλ’ εὑρίσκομεν αὐτὰς καὶ κρίσει ὑποβαλλομένας. Λέγει γὰρ ὁ σωτήρ· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Εἰ οὖν ἐξ αὐτοῦ ἡ ψυχή, ἑαυτὸν κρίνει ὁ θεός.