Ancient Greek · ~4 min
Section 6
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 6
Not analysed yet
Τί οὖν βούλεται τὸ ἐμφύσημα, ἀναγκαῖον ἰδεῖν. Τὸ ἐμφύσημα ἐπὶ θεοῦ ἡ τοῦ ἁγίου πνεύματός ἐστιν ἐνέργεια. Ὥσπερ γὰρ ὁ σωτὴρ ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων καὶ εἶπε Λάβετε πνεῦμα ἅγιον ,οὕτω τὸ ἐμφύσημα τὸ θεῖον ἀνθρωπίνως ἀκουόμενον, πνεῦμά ἐστι τὸ προσκυνητὸν καὶ ἅγιον. Τοῦτο τὸ πνεῦμα προελθὸν οὐκ αὐτὸ γέγονε ψυχή, ἀλλὰ ψυχὴν ἔκτισεν. Οὐκ αὐτὸ εἰς ψυχὴν μετεβλήθη, ἀλλὰ ψυχὴν ἐδημιούργησε. Δημιουργὸν γὰρ τὸ πνεῦμα τὸ ἅγιον. Κοινωνεῖ τῇ δημιουργίᾳ τοῦ σώματος καὶ τῇ δημιουργίᾳ τῆς ψυχῆς. Πατὴρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον τῇ θείᾳ δυνάμει δημιουργεῖ τὸ πλάσμα. Καὶ μὴ νομίσῃς ὅτι μέρος μὲν ὁ πατὴρ συνεβάλετο, μέρος δὲ ὁ υἱός, μέρος δὲ τὸ πνεῦμα τὸ ἅγιον. Ἀλλ’ ἐκεῖνο λέγω, ὅτι κἂν ὁ πατὴρ ποιήσῃ, υἱοῦ τὸ ἔργον καὶ τοῦ πνεύματος τὸ κατόρθωμα. Κἂν ὁ υἱὸς δημιουργήσῃ, πατρὸς ἡ δημιουργία, καὶ τοῦ ἁγίου πνεύματος ἡ δημιουργία.