Ancient Greek · ~4 min
Section 7
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 7
Not analysed yet
Εἰ δέ τις ἀπιστεῖ, ὅτι τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐκοινώνησε τῇ ἡμετέρᾳ δημιουργίᾳ ἐλεγχέσθω ἐκ τῶν μυστηρίων. Εἰ μὴ ὑπὸ τῆς τριάδος ἐκτίσθημεν, πῶς καὶ τῷ ἁγίῳ πνεύματι ἐπιγράφεται ἡ μυσταγωγία; Πῶς ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀνακαινίζεται ἡ δημιουργία; Ἀλλ’ ὅταν μὲν ἐκτίσθημεν, οὐ χρεία γέγονε τοῦ πνεύματος· ὅτε δὲ ἀνακαινιζόμεθα, προσλαμβάνεται τὸ πνεῦμα; Οὐκοῦν δημιουργὸν τὸ πνεῦμα τὸ ἅγιον, κἂν θέλωσιν οἱ ἐχθροί, κἂν μὴ θέλωσι. Καὶ μαρτυρεῖ Δαυὶδ τῇ δημιουργικῇ δυνάμει τοῦ πνεύματος. Περὶ γὰρ τῆς ἀνθρωπίνης διαλεγόμενος κατασκευῆς φησι· Πάντα πρὸς σὲ προσδοκῶσι, κύριε, δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον. Δόντος σου αὐτοὶ συλλέξουσιν, ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος. Ταῦτα τὴν ἄφθονον χορηγίαν ἐνδείκνυται. Εἶτα τί τὸ ἐπαγόμενον; Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι καὶ εἰς τὸ χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται.