Ancient Greek · ~8 min
Section 8
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 8
Not analysed yet
Οὐκοῦν κτίστης καὶ δημιουργὸς τὸ πνεῦμα τὸ ἅγιον. Καὶ βλέπε ῥημάτων ἀκρίβειαν. Ὅτε μὲν περὶ ψυχῆς τῆς ἡμετέρας λέγει· Ἀντανελεῖς φησι τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι καὶ εἰς τὸ χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ὅτε δὲ περὶ τοῦ πνεύματος διαλέγεται· Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται. Εἰ δὲ πρὸς ταύτην ἀντιβλέψαι τολμήσωσι τὴν ἀλήθειαν οἱ αἱρετικοί, ἑτέρα μαρτυρία πάλιν αὐτοὺς ἀποστρέψει, τὴν τοῦ ἁγίου πνεύματος δημιουργικὴν δύναμιν κηρύττουσα. Τὸ γὰρ κρεῖττον πάσης δημιουργίας καὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης ἔργον τοῦ ἁγίου πνεύματος εὑρίσκεται. Τὸ γὰρ τοῦ Χριστοῦ τὸ πανάγιον καὶ προσκυνητὸν σῶμα, δι’ οὗ καὶ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ κόσμος ὅλος ἀνακαινίζεται καὶ οἰκουμένη σώζεται, ἔργον ἐστὶ τοῦ ἁγίου πνεύματος. Τῆς γοῦν παρθένου τῆς ἁγίας ἀπορούσης περὶ τὴν εὐαγγελισθεῖσαν ξένην ὠδῖνα καὶ λεγούσης· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ὁ ἄγγελός φησι πρὸς αὐτήν· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Τινὲς ἐνόμισαν πνεῦμα μὲν ἅγιον εἰρῆσθαι αὐτὸ τὸ πνεῦμα, δύναμιν δὲ ὑψίστου τὸν υἱόν. Δεῖ δὲ εἰδέναι ὅτι τὸ αὐτὸ ἐκάλεσε καὶ πνεῦμα ἅγιον καὶ δύναμιν ὑψίστου. Ὥσπερ γὰρ ὁ υἱὸς δύναμις ὑψίστου λέγεται –Χριστὸς γὰρ θεοῦ δύναμις –,οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον δύναμις ὀνομάζεται. Λέγει γοῦν τοῖς ἀποστόλοις ὁ κύριος· Μείνατε εἰς Ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Καὶ πρὸ τούτου δὲ, ἀδελφοί, ὁ ἄγγελος τῷ Ἰωσὴφ διαλεγόμενός φησιν· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου. Τὸ γὰρ ἐν αὐτῇ γενηθέν –Οὐ γεννηθὲν, ἵνα μὴ νομίσῃς κτιστὴν τὴν θείαν καὶ ἄχραντον φύσιν. –ἐκ πνεύματος ἐστιν ἁγίου. Εἰ τοίνυν τὸ σῶμα τοῦ Χριστοῦ ἔκτισε τὸ πνεῦμα τὸ ἅγιον, δεῖξον διαφορὰν δημιουργίας πρὸς δημιουργίαν. Ἀλλ’ ὅρα μὴ αἰσχυνθῇς, πατρὶ μὲν ἐπιγράφων τὴν γηΐνην εἰκόνα, τῷ πνεύματι δὲ τὴν οὐράνιον. Εἰ γὰρ κατὰ τὸν σὸν λόγον, ὅτε ὁ Ἀδὰμ ἐκτίσθη, κοινωνίαν οὐκ ἔσχεν εἰς δημιουργίαν τὸ πνεῦμα, εὑρεθήσεται ὁ μὲν πατὴρ καὶ υἱὸς κτίζων τὸν γήϊνον ἄνθρωπον, τὸ δὲ πνεῦμα τὸν οὐράνιον. Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.