Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 110-5
Not analysed yet
Περὶ μὲν οὖν τοῦ μηδὲν εἶναι φύσει ἀγαθόν τε καὶ κακὸν αὐταρκῶς ἐσκεψάμεθα· νυνὶ δὲ ζητῶμεν, εἰ καὶ συγχωρηθέντων αὐτῶν δυνατόν ἐστιν εὐρόως ἅμα καὶ εὐδαιμόνως βιοῦν. οἱ μὲν οὖν δογματικοὶ τῶν φιλοσόφων οὐδ’ ἄλλως φασὶν ἢ οὕτως ἔχειν· ὁ γὰρ τυχὼν τοῦ ἀγαθοῦ κατ’ αὐτοὺς καὶ ἐκκλίνων τὸ κακόν, οὗτός ἐστιν εὐδαίμων· παρὸ καὶ ἐπιστήμην τινὰ περὶ τὸν βίον εἶναι λέγουσι τὴν φρόνησιν, διακριτικὴν μὲν οὖσαν τῶν τε ἀγαθῶν καὶ κακῶν, περιποιητικὴν δὲ τῆς εὐδαιμονίας.