Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 149-3
Not analysed yet
πάλιν ἔστω τι κανόνιον κέντροις κατὰ τὸ ἕτερον μέρος διειλημμένον, καὶ τοῦτο περιαγέσθω ἀπὸ τοῦ ἑτέρου τῶν ἄκρων κατά τινος ἐπιπέδου ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ. καὶ δὴ τοῦ ἄκρου περιαγομένου κύκλοι καταγραφήσονται μεγέθει διαφέροντες ἀλλήλων, καὶ ὁ μὲν ἐξωτάτω καὶ πάντων περιληπτικὸς μέγιστος, ὁ δ’ ἐνδοτάτω βραχύτατος, καὶ οἱ μεταξύ τούτων ἀνάλογοι, ἤτοι μείζους καὶ μείζους ἀπὸ τοῦ κέντρου ἐπιόντων ἡμῶν ἢ ἐλάσσους καὶ ἐλάσσους ἀπὸ τῆς ἐκτὸς περιφερείας ὑποβαινόντων.