Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 162
Not analysed yet
Τὸ δὲ ὅτι οὐδὲν οὐδενὸς ἀφαιρεῖται μάθοιμεν ἄν τὸν τρόπον τοῦτον. εἰ γὰρ ἀφαιρεῖταί τι ἀπό τινος, ἢ ὅλον ἀφʼ ὅλου ἀφαιρεῖται ἢ μέρος ἀπὸ μέρους ἢ ὅλον ἀπὸ μέρους ἤ μέρος ἀπὸ ὅλου. ὅλον μὲν οὖν ἀπὸ ὅλου οὐκ ἀφαι- ρεῖται ἑνὸς γὰρ ὑποκειμένου στίχου, εἰ ὅλον ἐστὶ τὸ ἀφαμμιρούμενον, ὅλον στίχον ἀφελοῦμεν. καὶ οὕτως εἰ μέν ἔτι μένοι ὁ στίχος ἀφʼ οὖ ἡ ἀφαίρεσις, οὐδὲ ὅλως ἔσται γεγονυῖά τις ἀφαίρεσις ἀπʼ αὐτοῦ πῶς γὰρ ἔτι μένειν οἷόν τέ ἐστι τὸ ὅλον, εἴπερ ἀφῄρηται; εἰ δέ μὴ μένοι, δῆλον ὡς ἐκ τοῦ μὴ ὄντος οὐκ ἔστι πάλιν γεγονυῖα ἀφαί- ρεσις.