Ancient Greek
19 to 23
Sextus Empiricus, Adversus mathematicos 19-9-23
Not analysed yet
διττοῦ δὴ τυγχάνοντος τοῦ ‟ἔστι” μορίου, ὅταν λέγωμεν σκεπτικῶς ‟τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ μεταξὺ τούτων” ,τὸ ‟ἔστιν” ἐντάττομεν οὐχ ὡς ὑπάρξεως ἀλλ’ ὧς τοῦ ‟φαίνεσθαι” δηλωτικόν. περὶ μὲν γὰρ τῆς πρὸς τὴν φύσιν ὑποστάσεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων ἱκανοί πώς εἰσιν ἡμῖν ἀγῶνες πρὸς τοὺς δογματικούς· β΄ τί ἔστι τὸ ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον Τῆς κατὰ τὸν τόπον χειριζομένης ἡμῖν πρὸς τοὺς δογματικοὺς ἀντιρρήσεως τὸ κυριώτατον μέρος ἐχούσης ἐν τῇ διαγνώσει τῶν τε ἀγαθῶν καὶ κακῶν, πρὸ παντὸς ἁρ- μόσει τὴν ἐπίνοιαν τούτων στῆσαι· κατ’ ἁ γὰρ τὸν σοφὸν Ἐπίκουρον (fr. 255Us.) οὔτε ζητεῖν ἔστιν οὔτε ἀπορεῖν ἄνευ προλήψεως. οἱ μὲν οὖν Στωικοὶ (fr. III 75 Arn.) τῶν κοινῶν ὡς εἰπεῖν ἐννοιῶν ἐχόμενοι ὁρίζονται τἀγαθὸν τρόπῳ τῷδε ‘‘ἀγαθόν ἐστιν ὠφέλεια ἢ οὐχ ἕτερον ὡφελείας”, ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον ἄνθρωπον καὶ τὸν φίλον. ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν καθεστηκυῖα, καὶ ἡ σπουδαία πρᾶξις, ἐνέργειά τις οὖσα κατ᾿ ἀρετήν, ἄντικρύς ἐστιν ὠφέλεια· ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος, πάλιν τῶν ἀγαθῶν ὄντες καὶ αὐτοί, οὔτε ὠφέλεια λεχθεῖεν ἂν ὑπάρχειν οὔθ’ ἕτεροι ὠφελείας δι’ αἰτίαν τοιαύτην·