Ancient Greek
253 to 254
Sextus Empiricus, Adversus mathematicos 253-3-254
Not analysed yet
ναί, ἀλλ’ ἴσως τις ἐρεῖ, ὅτι ὁ φρόνιμος τῇ ἐν αὑτῷ φρονήσει τὴν περὶ ἄλλον ἀφροσύνην δύναται κατανοεῖν· ὅπερ ἐστὶν εὔηθες. ἡ γὰρ ἀφροσύνη διάθεσίς ἐστιν ἔργων τινῶν ἀποδοτική. εἰ οὖν αὐτὴν ἐν ἄλλῳ θεωρεῖ καὶ καταλαμβάνεται ὁ φρόνιμος, ἤτοι αὐτὴν ἐξ ἑαυτῆς καταλήψεται τὴν διάθεσιν, ἤ τοῖς ἔργοις αὐτῆς ἐπιβάλλων ἀπὸ τούτων καὶ αὐτὴν γνωριεῖ,